Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1.1
Καὶ τίνα τὰ παρ' αὐτῶν εἰς τὴν Ἀλεξάνδρειαν τολμηθέντα, νομίζομεν
15.1.2
ὑμᾶς μὴ ἀγνοεῖν, πανταχοῦ γὰρ διαδέδοται. ξίφη γυμνὰ κατὰ τῶν ἁγίων παρθένων
15.1.3
καὶ τῶν ἀδελφῶν ἐχώρει καὶ μάστιγες κατὰ τῶν ἐντίμων παρὰ θεῷ σωμάτων, καὶ
15.1.4
τοὺς πόδας ἐχώλευον ὑπὸ τῶν πληγῶν αἱ τὴν ψυχὴν ἐν ἁγνείᾳ καὶ πᾶσιν ὁλόκληροι
15.1.5
τοῖς καλοῖς. ἐργασίαι τε κατ' αὐτῶν ἐπεσείοντο καὶ ἐθνικοὶ δῆμοι πρὸς τὸ γυμνοῦν
15.1.6
τύπτειν ἀσελ 15. 2 γαίνειν κατ' αὐτῶν, βωμούς τε καὶ θυσίας ἐπαπειλεῖν αὐταῖς. καί
15.1.7
τις ἀσελγὴς ἀνὴρ ὡς ἐξουσίας λοιπὸν δοθείσης ὑπὸ τοῦ ἐπάρχου πρὸς χάριν τῶν
15.1.8
ἐπισκόπων χεῖρα παρ θένου κατεῖχε καὶ πρὸς παρατυχόντα βωμὸν εἷλκεν ἀνάγκην
15.1.9
θυσίας καὶ διωγμοῦ μιμού μενος. καὶ ταῦτα ἐπράττετο καὶ φυγὴ τῶν παρθένων ἦν
15.1.10
καὶ γέλως τῶν ἐθνικῶν κατὰ τῆς ἐκκλησίας τῶν ἐπισκόπων ἔνδον ὄντων καὶ ταύτην
15.1.11
τὴν οἰκίαν οἰκούντων, ἐν ᾗ ταῦτα ἐπράττετο, καὶ ἀφ' ἧς διὰ τὴν εἰς αὐτοὺς χάριν
15.1.12
ξιφῶν αἱ παρθένοι γυμνῶν καὶ παντὸς κινδύνου καὶ ὕβρεων καὶ παροινίας
15.1.13
πεπείρανται. καὶ ταῦτα ἔπασχον ἐν νηστείᾳ παρὰ τῶν τοῖς ἐπισκόποις ἔνδον
15.1.14
συνεστιωμένων .