Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1.1
Οἷα γὰρ καὶ νῦν κατείρηται ὁ συλλειτουργὸς ἡμῶν Ἀθανάσιος,
18.1.2
ἀναγκαῖον ὑμᾶς εἰδέναι, ἵνα καὶ ἐκ τούτου καταγνῶτε τῆς πονηρίας αὐτῶν καὶ
18.1.3
γινώσκητε, ὅτι μηδὲν 18. 2 ἄλλο ἢ φονεῦσαι ζητοῦσι τὸν ἄνδρα. σῖτος παρὰ τοῦ
18.1.4
πατρὸς τῶν βασιλέων ἐδίδοτο πρὸς τὰς τῶν χηρῶν διατροφὰς ἰδίᾳ μὲν Λιβύας, ἰδίᾳ
18.1.5
δέ τισιν ἐξ Αἰγύπτου. τοῦτον πάντες λαμβάνουσιν ἄχρι νῦν Ἀθανασίου μηδὲν ἐξ
18.1.6
αὐτοῦ κομιζομένου πλὴν μόνου τοῦ συγκάμνειν αὐτοῖς. ἀλλὰ νῦν ἐκείνων
18.1.7
λαμβανόντων, μὴ μεμψαμένων, ὁμολογούντων λαμ βάνειν, διαβέβληται Ἀθανάσιος
18.1.8
ὡς ὅλον τὸν σῖτον πιπράσκων καὶ εἰς τὸ ἴδιον ἀπο 18. 3 φερόμενος. καὶ τοῦτο ἔγραψε
18.1.9
βασιλεὺς αἰτιώμενος ἐκ τῶν γεγενημένων διαβολῶν. τίνες τοίνυν οἱ διαβεβληκότες;
18.1.10
οὐχ οἱ καὶ τὰ πρῶτα ποιήσαντες καὶ τὰ δεύτερα κινεῖν μὴ παραιτούμενοι; τίνες οἱ
18.1.11
τῶν γραμμάτων τούτων αἴτιοι τῶν παρὰ τοῦ βασιλέως λεγο μένων; οὐχ οἱ Ἀρειανοὶ
18.1.12
σπουδάζοντες καὶ μηδὲν κατὰ τοῦ ἀνδρὸς παραιτησάμενοι μήτε λέγειν μήτε
18.1.13
γράφειν; οὐδεὶς γὰρ ἂν τοὺς τοσαῦτα ποιήσαντας ἀφεὶς ἄλλους ὑποπτεύσειε. 18. 4 καὶ
18.1.14
γὰρ ἐναργέστατον αὐτῶν τὸ δεῖγμα τῆς διαβολῆς φαίνεται· σπουδάζουσι γὰρ τῆς
18.1.15
ἐκκλησίας ἀφελέσθαι τὸν σῖτον τῇ προφάσει τῆς διαβολῆς καὶ Ἀρειανοῖς παρασχεῖν,
18.1.16
ὃ πάντων μάλιστα εἰς τοὺς αἰτίους τῆς σπουδῆς καὶ τοὺς ἐξάρχους αὐτῶν ἀνατρέχει
18.1.17
τοὺς μήτε φόνους κατὰ τοῦ ἀνδρὸς κινῆσαι παραιτησαμένους, δι' ὧν ψευδῆ
18.1.18
διαβεβλήκασι βασιλεῖ, μήτε τῶν κλήρων τῆς ἐκκλησίας ἀφελέσθαι τὰς τροφάς, ἵνα
18.1.19
τῷ ὄντι κέρδος αἱρετι κοῖς παράσχωνται.