Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1.1
Ἀπεστείλαμεν δὲ καὶ τὴν μαρτυρίαν τῶν κατὰ Λιβύην καὶ Πεντάπολιν
19.1.2
καὶ τῶν ἐξ Αἰγύπτου συλλειτουργῶν ἡμῶν, ἵνα καὶ ἐκ τούτου γνῶτε τὴν κατὰ
19.1.3
Ἀθανασίου γεγενημένην συκοφαντίαν. ταῦτα δὲ ποιοῦσιν, ἵνα φόβῳ λοιπὸν
19.1.4
ἡσυχαζόντων τῶν τὰ τῆς εὐσεβείας φρονούντων ἡ τῶν ἀσεβῶν Ἀρειανῶν αἵρεσις
19.1.5
ἀντεισαχθῇ. ἀλλὰ καὶ τῇ μὲν ὑμῶν εὐλαβείᾳ χάρις, ἀγαπητοί, ὅτι πολλάκις τοὺς
19.1.6
Ἀρειανοὺς ἀναθεματίζοντες ἐγράψατε καὶ χώραν αὐτοῖς εἰς τὴν ἐκκλησίαν οὐ
19.1.7
δεδώκατε· τῶν δὲ περὶ Εὐσέβιον ὁ ἔλεγχος 19. 2 ἐγγύς. ἰδοὺ γὰρ μετὰ τὰ πρότερα παρ'
19.1.8
αὐτῶν περὶ τῶν Ἀρειανῶν γράμματα, ὧν καὶ ἀπεστείλαμεν τὰ ἀντίγραφα, φανερῶς
19.1.9
λοιπὸν τοὺς παρὰ πάσης τῆς καθολικῆς ἐκκλησίας ἀναθεματισθέντας Ἀρειομανίτας
19.1.10
ἐπεγείρουσι κατὰ τῆς ἐκκλησίας καὶ ἐπίσκοπον αὐτοῖς κατέστησαν καὶ ταῖς ἀπειλαῖς
19.1.11
καὶ τοῖς φόβοις διαιροῦσι τὰς ἐκκλησίας, ἵνα πανταχοῦ 19. 3 συνεργοὺς ἔχωσι τῆς
19.1.12
ἀσεβείας αὐτῶν. καὶ γὰρ καὶ διακόνους πρὸς τοὺς Ἀρειομανίτας ἀποστέλλουσιν, οἳ
19.1.13
φανερῶς συνάγονται παρ' αὐτοῖς καὶ γράφουσιν αὐτοῖς καὶ ἀντί γραφα παρ' αὐτῶν
19.1.14
κομίζονται τὴν ἐκκλησίαν κατασχίζοντες καὶ κοινωνοῦντες αὐτοῖς καὶ γράμματα
19.1.15
ἀποστέλλοντες πανταχοῦ τὴν αἵρεσιν αὐτῶν συνιστῶντα καὶ τὴν ἐκκλησίαν
19.1.16
ἀποκηρύττοντα, ὡς δυνήσεσθε μαθεῖν, ἀφ' ὧν αὐτοὶ τῷ Ῥωμαίων ἐπισκόπῳ καὶ
19.1.17
τάχα 19. 4 καὶ πρὸς ὑμᾶς ἔγραψαν. ὡς οὖν οὐκ ἀνεκδίκητα ταῦτά ἐστι, συνορᾶτε καὶ
19.1.18
ὑμεῖς, ἀγαπητοί. δεινὰ γὰρ καὶ ἀλλότρια τῆς κατὰ Χριστὸν διδασκαλίας ἐστί. τούτου
19.1.19
γοῦν ἕνεκεν κοινῇ συνελθόντες ἐγράψαμεν ὑμῖν ἀξιοῦντες ὑμῶν τὴν ἐν Χριστῷ
19.1.20
σύνεσιν ἀπο δέξασθαι μὲν τὴν ὁμολογίαν ταύτην καὶ συναλγῆσαι τῷ συνεπισκόπῳ
19.1.21
ἡμῶν Ἀθα νασίῳ, ἀγανακτῆσαι δὲ κατὰ τῶν περὶ Εὐσέβιον τῶν τὰ τοιαῦτα
19.1.22
ἐπιχειρούντων, πρὸς τὸ μηκέτι τοιαύτην κακίαν καὶ πονηρίαν κατὰ τῆς ἐκκλησίας
19.1.23
ἰσχύειν. ὑμᾶς γὰρ ἐκδίκους κατὰ τῆς τοιαύτης ἀδικίας ἐπικαλούμεθα
19.1.24
ὑπομιμνήσκοντες τὸ ἀποστολικόν «ἐξάρατε τὸν 19. 5 πονηρὸν ἐξ ὑμῶν αὐτῶν».
19.1.25
πονηρὰ γὰρ ἀληθῶς καὶ οὐκ ἄξια κοινωνίας τὰ παρ' αὐτῶν πραχθέντα. οὐκοῦν
19.1.26
μηκέτι προσέχετε, κἂν πάλιν ὑμῖν γράφωσι κατὰ τοῦ ἐπισκόπου Ἀθανασίου (πάντα
19.1.27
γὰρ ψευδῆ τὰ παρ' αὐτῶν), μηδ' ἂν ὀνόματα δὲ ἐπισκόπων Αἰγυπτίων ἐγχαράττωσιν
19.1.28
ἐπιστολαῖς. δῆλον γὰρ ὅτι οὐχ ἡμεῖς ἐσμεν οἱ γράφοντες, ἀλλὰ Μελιτιανοὶ οἱ ἀεὶ
19.1.29
σχισματικοί, οἱ καὶ μέχρι νῦν τὰς ἐκκλησίας ταράττοντες καὶ στάσεις κινοῦντες.
19.1.30
καταστάσεις γὰρ ἀλόγους καὶ σχεδὸν ἐθνικῶν ποιοῦνται, καὶ τοιαῦτα πράττουσιν, ἃ
19.1.31
δυσωπούμεθα μὲν γράφειν, δύνασθε δὲ μαθεῖν παρὰ τῶν ἀποσταλέντων παρ' ἡμῶν
19.1.32
τῶν καὶ τὴν ἐπιστολὴν ὑμῖν ἐπιδιδόντων.

Intertext edge

Open linked passage

Note