Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Ἐγὼ μὲν ᾤμην μετὰ τὰς τοσαύτας ὑπὲρ ἡμῶν γενομένας ἀποδείξεις καταδύεσθαι
1.1.2
λοιπὸν τοὺς ἐχθροὺς καὶ μᾶλλον ἐκ τούτων καταγινώσκειν ἑαυτῶν, ἐφ' οἷς καὶ τοὺς
1.1.3
ἄλλους ἐσυκοφάντησαν· ἐπειδὴ δὲ οὐδ' οὕτω καταγνωσθέντες ἐρυθριῶσιν, ἀλλ' ὑπ'
1.1.4
ἀναισθησίας ἕρπουσι ταῖς καταλαλιαῖς νομίζοντες ἀνάδικα πάντα γίνεσθαι, οὐχ ἵνα
1.1.5
κριθῶσι (φεύγουσι γάρ), ἀλλ' ἵν' ἡμᾶς καὶ τὰς ψυχὰς τῶν ἀκεραίων σκύλλωσιν,
1.1.6
ἀναγκαῖον ἡγησάμην ὑμῖν ἀπολογήσασθαι, ἵνα μηκέτι μὲν αὐτῶν ἀνάσχησθε
1.1.7
γογγυζόντων, καταγνῶτε δὲ τῆς πονηρίας καὶ τῆς συκοφαντίας αὐτῶν. ὑμῖν μὲν γὰρ
1.1.8
τοῖς γνησίοις ἀπολογοῦμαι, πρὸς 1. 2 δὲ τοὺς φιλονεικοῦντας παρρησιάζομαι τοῖς
1.1.9
κατ' αὐτῶν ἐλέγχοις. οὐκέτι γὰρ κρί σεως δεῖται τὰ καθ' ἡμᾶς, κέκριται γὰρ οὐχ
1.1.10
ἅπαξ, οὐ δεύτερον ἀλλὰ καὶ πολλάκις. πρῶ τον μὲν ἐν τῇ συνόδῳ τῇ ἐν τῇ ἡμετέρᾳ
1.1.11
χώρᾳ συναγομένῃ ὑπὸ ἐπισκόπων ἐγγὺς ἑκατόν, δεύτερον δὲ ἐν τῇ Ῥώμῃ γράψαντος
1.1.12
Εὐσεβίου καὶ κληθέντων αὐτῶν τε καὶ ἡμῶν καὶ συναχθέντων ἐπισκόπων κἀκεῖ
1.1.13
πλέον πεντήκοντα, καὶ τρίτον ἐν τῇ μεγάλῃ συνόδῳ τῇ ἐν Σαρδικῇ συναχθείσῃ κατὰ
1.1.14
πρόσταξιν τῶν θεοφιλεστάτων βασιλέων Κωνσταντίου καὶ Κώνσταντος· ἐν ᾗ καὶ οἱ
1.1.15
καθ' ἡμῶν γενόμενοι καθῃρέθησαν ὡς συκοφάνται τοῖς τε κριθεῖσιν ὑπὲρ ἡμῶν
1.1.16
συνεψηφίσαντο μὲν ἐπίσκοποι πλείους τριακοσίων ἐξ ἐπαρχιῶν Αἰγύπτου Λιβύης
1.1.17
καὶ Πενταπόλεως Παλαιστίνης Ἀραβίας Ἰσαυρίας Κύπρου Παμφυλίας Λυκίας
1.1.18
Γαλατίας Δακίας Μυσίας Θρᾴκης Δαρδανίας Μακεδονίας Ἠπείρων Θεσσαλίας
1.1.19
Ἀχαίας Κρήτης Δαλματίας Σισκίας Παννονίων Νωρικοῦ Ἰταλίας Πικηνοῦ Τουσκίας
1.1.20
Καμπανίας Καλαβρίας Ἀπουλίας Βριττίας Σικελίας Ἀφρικῆς πάσης Σερ 1. 3 δανίας
1.1.21
Σπανίων Γαλλίων Βρεττανίων. ἐπεμαρτύρησαν δὲ τούτοις Οὐρσάκιος καὶ Οὐάλης οἱ
1.1.22
πρότερον μὲν διαβάλλοντες, ὕστερον δὲ μεταγνόντες. οὐ γὰρ μόνον ἀπε δέξαντο τὰ
1.1.23
κριθέντα ὑπὲρ ἡμῶν, ἀλλὰ καὶ συκοφάντας ἑαυτούς τε καὶ τοὺς ἄλλους τοὺς καθ'
1.1.24
ἡμῶν γενομένους ὡμολόγησαν. οἱ γὰρ οὕτως μεταγνόντες καὶ οὕτως γράψαντες
1.1.25
δῆλοί εἰσι καὶ τοὺς περὶ Εὐσέβιον ἐλέγχοντες· μετὰ γὰρ αὐτῶν κοινῇ τὴν καθ' ἡμῶν
1.4.1
ἐμηχανήσαντο συσκευήν. τὰ τοίνυν ὑπὸ τοσούτων καὶ τηλικούτων ἐπισκόπων
1.4.2
δοκιμασθέντα καὶ κριθέντα ἀποδειχθέντα τε λευκῶς περιττὸν εἶναι πάλιν
1.4.3
ἀνακρίνεσθαι πᾶς ὁστισοῦν ὁμολογήσειεν, ἵνα μή, κἂν νῦν ἐξετασθῇ, πάλιν
1.4.4
ἀνακριθῇ καὶ αὖθις ἐξετασθῇ καὶ οὕτως εἰς ἀπέραντον τὰ τῶν περιεργαζομένων
1.4.5
γένηται .

Intertext edge

Open linked passage

Note