Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1.1
Ταῦτα μὲν οἱ ἀπὸ τῆς Αἰγύπτου πρὸς πάντας καὶ πρὸς Ἰούλιον τὸν
20.1.2
ἐπίσκοπον τῆς Ῥώμης, καὶ οἱ περὶ Εὐσέβιον δὲ πρὸς Ἰούλιον ἔγραψαν, καὶ
20.1.3
νομίζοντες ἡμᾶς ἐκφοβεῖν ἠξίωσαν σύνοδον καλέσαι καὶ αὐτὸν Ἰούλιον, εἰ
20.1.4
βούλοιτο, κριτὴν γενέσθαι. ἡμῶν τοίνυν ἀνελθόντων εἰς τὴν Ῥώμην ἔγραψεν
20.1.5
εἰκότως Ἰούλιος καὶ ἐπὶ τοὺς περὶ Εὐσέβιον στείλας καὶ δύο πρεσβυτέρους
20.1.6
ἑαυτοῦ Ἐλπίδιον καὶ Φιλόξενον. ἐκεῖνοι δὲ ἀκούσαντες περὶ ἡμῶν ἐταράχθησαν οὐ
20.1.7
προσδοκήσαντες ἡμᾶς ἀνέρχεσθαι, καὶ παρῃτήσαντο προφάσεις ἀπιθάνους
20.1.8
πορισάμενοι, μᾶλλον δὲ φοβηθέντες, μὴ ἅπερ οἱ περὶ Οὐάλεντα καὶ 20. 3 Οὐρσάκιον
20.1.9
ὡμολόγησαν, ταῦτα κατ' αὐτῶν ἐλεγχθῇ. λοιπὸν οὖν συνελθόντες ἐπίσκοποι πλέον
20.1.10
πεντήκοντα, ἔνθα Βίτων ὁ πρεσβύτερος συνῆγεν, ἡμᾶς μὲν ἀπολογουμένους
20.1.11
ἀπεδέξαντο καὶ ἐκύρωσαν εἰς ἡμᾶς τήν τε κοινωνίαν καὶ τὴν ἀγάπην. ἠγανάκτησαν
20.1.12
δὲ κατ' ἐκείνων καὶ ἠξίωσαν Ἰούλιον γράψαι τοῖς περὶ Εὐσέβιον ταῦτα τοῖς καὶ
20.1.13
γράψασιν αὐτῷ. καὶ ἔγραψεν αὐτὸς καὶ ἀπέστειλε διὰ Γαβιανοῦ τοῦ κόμητος.
20.1.14
21. τ Ἐπιστολὴ Ἰουλίου