Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1.1
Τί γὰρ καὶ γέγονεν ἄξιον λύπης ἢ ἐν τίνι ἦν ἄξιον λυπηθῆναι ὑμᾶς οἷς
22.1.2
καὶ ἐγράψαμεν; ἢ ὅτι προετρεψάμεθα εἰς σύνοδον ἀπαντῆσαι; ἀλλὰ τοῦτο μᾶλλον
22.1.3
ἔδει μετὰ χαρᾶς δέξασθαι. οἱ γὰρ παρρησίαν ἔχοντες, ἐφ' οἷς πεποιήκασι καί, ὡς
22.1.4
αὐτοὶ λέγουσι, «κεκρίκασιν», οὐκ ἀγανακτοῦσιν, εἰ παρ' ἑτέρων ἐξετάζοιτο ἡ κρίσις,
22.1.5
ἀλλὰ θαρροῦσιν, ὅτι ἃ δικαίως ἔκριναν, 22. 2 ταῦτα ἄδικα οὐκ ἄν ποτε γένοιτο. διὰ
22.1.6
τοῦτο καὶ οἱ ἐν τῇ κατὰ Νίκαιαν μεγάλῃ συνόδῳ συνελθόντες ἐπίσκοποι οὐκ ἄνευ
22.1.7
θεοῦ βουλήσεως συνεχώρησαν ἐν ἑτέρᾳ συνόδῳ τὰ τῆς προτέρας ἐξετάζεσθαι, ἵνα
22.1.8
καὶ οἱ κρίνοντες πρὸ ὀφθαλμῶν ἔχοντες τὴν ἐσομένην δευτέραν κρίσιν μετὰ πάσης
22.1.9
ἀσφαλείας ἐξετάζωσι καὶ οἱ κρινόμενοι πιστεύωσι, μὴ κατ' ἔχθραν τῶν προτέρων,
22.1.10
ἀλλὰ κατὰ τὸ δίκαιον ἑαυτοὺς κρίνεσθαι. εἰ δὲ τὸ τοιοῦτον ἔθος παλαιὸν τυγ χάνον,
22.1.11
μνημονευθὲν δὲ καὶ γραφὲν ἐν τῇ μεγάλῃ συνόδῳ, ὑμεῖς τοῦτο παρ' ὑμῖν ἰσχύειν οὐ
22.1.12
θέλετε, ἀπρεπὴς μὲν ἡ τοιαύτη παραίτησις· τὸ γὰρ ἅπαξ συνήθειαν ἐσχηκὸς ἐν τῇ
22.1.13
ἐκκλησίᾳ καὶ ὑπὸ συνόδων βεβαιωθὲν οὐκ εὔλογον ὑπὸ ὀλίγων παραλύεσθαι.
22.1.14
ἄλλως 22. 3 τε οὐδὲ ἐν τούτῳ δικαίως ἂν φανεῖεν λυπηθέντες. οἱ γὰρ παρ' ὑμῶν τῶν
22.1.15
περὶ Εὐσέβιον ἀποσταλέντες μετὰ γραμμάτων, λέγω δὴ Μακάριος ὁ πρεσβύτερος καὶ
22.1.16
Μαρτύριος καὶ Ἡσύχιος οἱ διάκονοι, ἀπαντήσαντες ἐνταῦθα, ὡς οὐκ ἠδυνήθησαν
22.1.17
πρὸς τοὺς ἐλθόντας Ἀθανασίου πρεσβυτέρους ἀντιστῆναι, ἀλλ' ἐν πᾶσι διετρέποντο
22.1.18
καὶ διηλέγχοντο, τὸ τηνικαῦτα ἠξίωσαν ἡμᾶς ὥστε σύνοδον συγκροτῆσαι καὶ
22.1.19
γράψαι καὶ Ἀθανασίῳ τῷ ἐπισκόπῳ εἰς Ἀλεξάνδρειαν, γράψαι δὲ καὶ τοῖς περὶ
22.1.20
Εὐσέβιον, ἵνα ἐπὶ παρουσίᾳ πάντων ἡ δικαία κρίσις ἐξενεχθῆναι δυνηθῇ· τότε γὰρ
22.1.21
καὶ ἀποδεικνύναι πάντα τὰ κατὰ Ἀθανάσιον 22. 4 ἐπηγγείλαντο. κοινῇ γὰρ ὑφ' ἡμῶν
22.1.22
διηλέγχθησαν οἱ περὶ Μαρτύριον καὶ Ἡσύχιον καὶ οἱ Ἀθανασίου τοῦ ἐπισκόπου
22.1.23
πρεσβύτεροι μετὰ πεποιθήσεως ἀνθίσταντο, οἱ δὲ περὶ Μαρτύριον, εἰ δεῖ τἀληθὲς
22.1.24
εἰπεῖν, ἐν πᾶσι διετρέποντο, ὅθεν καὶ ἠξίωσαν σύνοδον γενέ 22. 5 σθαι. εἰ τοίνυν
22.1.25
μηδὲ τῶν περὶ Μαρτύριον καὶ Ἡσύχιον ἀξιωσάντων γενέσθαι σύνοδον
22.1.26
προτρεψάμενος ἤμην ἐγὼ σκῦλαι τοὺς γράψαντας ἕνεκεν τῶν ἀδελφῶν ἡμῶν τῶν
22.1.27
αἰτιω μένων ἀδικίαν πεπονθέναι, καὶ οὕτως εὔλογος ἦν καὶ δικαία ἡ προτροπή, ἔστι
22.1.28
γὰρ ἐκκλησιαστικὴ καὶ θεῷ ἀρέσκουσα· ὅτε δὲ οὓς ὑμεῖς αὐτοὶ οἱ περὶ Εὐσέβιον
22.1.29
ἀξιοπίστους ἡγήσασθε, καὶ οὗτοι ἠξίωσαν ἡμᾶς συγκαλέσαι, ἀκόλουθον ἦν τοὺς
22.1.30
κληθέντας μὴ λυπη 22. 6 θῆναι, ἀλλὰ μᾶλλον προθύμως ἀπαντῆσαι. οὐκοῦν ἡ μὲν
22.1.31
δόξασα ἀγανάκτησις τῶν λυπηθέντων προπετής, ἡ δὲ παραίτησις τῶν μὴ
22.1.32
θελησάντων ἀπαντῆσαι ἀπρεπὴς καὶ ὕποπτος ἐκ τούτων δείκνυται. αἰτιᾶταί τις ἃ
22.1.33
πράττων αὐτὸς ἀποδέχεται, εἰ παρ' ἑτέρου γινόμενα βλέποι; εἰ γάρ, ὡς γράφετε,
22.1.34
«ἀσάλευτον ἔχει τὴν ἰσχὺν ἑκάστη σύνοδος, καὶ ἀτιμάζεται ὁ κρίνας ἐὰν παρ' ἑτέρων
22.1.35
ἡ κρίσις ἐξετάζηται», σκοπεῖτε, ἀγαπητοί, τίνες εἰσὶν οἱ σύνοδον ἀτιμάζοντες καὶ
22.1.36
τίνες τὰ τῶν φθασάντων κρῖναι διαλύουσι. καὶ ἵνα μὴ τὰ καθ' ἕκαστον νῦν ἐξετάζων
22.1.37
ἐπιβαρεῖν τινας δοκῶ, ἀλλὰ τό γε τελευταῖον γενόμενον, ἐφ' ᾧ καὶ φρίξειεν ἄν τις
22.1.38
ἀκούων, ἀρκεῖ πρὸς ἀπόδειξιν πάντων τῶν παραλειφθέντων.

Intertext edge

Open linked passage

Note