Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1.1
Οἱ Ἀρειανοὶ οἱ ἀπὸ τοῦ τῆς μακαρίας μνήμης Ἀλεξάνδρου τοῦ γενομένου
23.1.2
ἐπισκόπου τῆς Ἀλεξανδρείας ἐπὶ ἀσεβείᾳ ἐκβληθέντες οὐ μόνον ὑπὸ τῶν καθ'
23.1.3
ἑκάστην πόλιν ἀπεκηρύχ θησαν, ἀλλὰ καὶ ὑπὸ πάντων τῶν κοινῇ συνελθόντων ἐν
23.1.4
τῇ κατὰ Νίκαιαν μεγάλῃ συνόδῳ ἀνεθεματίσθησαν. οὐ γὰρ ἦν αὐτῶν τὸ τυχὸν
23.1.5
πλημμέλημα, οὐδὲ εἰς ἄνθρωπον ἦσαν ἁμαρτή σαντες, ἀλλ' εἰς αὐτὸν τὸν κύριον
23.1.6
ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος. 23. 2 καὶ ὅμως οἱ ὑπὸ πάσης τῆς
23.1.7
οἰκουμένης ἀποκηρυχθέντες καὶ κατὰ πᾶσαν ἐκκλησίαν στηλι τευθέντες νῦν
23.1.8
λέγονται δεδέχθαι, ἐφ' ᾧ καὶ ὑμᾶς ἀκούσαντας χαλεπαίνειν δίκαιον ἡγοῦμαι. τίνες
23.1.9
οὖν εἰσιν οἱ «σύνοδον ἀτιμάζοντες»; οὐχ οἱ τῶν τριακοσίων τὰς ψήφους παρ' οὐδὲν
23.3.1
θέμενοι καὶ ἀσέβειαν εὐσεβείας προκρίναντες; ἡ μὲν γὰρ τῶν Ἀρειομανιτῶν
23.3.2
αἵρεσις ὑπὸ πάντων τῶν ἁπανταχοῦ ἐπισκόπων κατεγνώσθη καὶ ἀπεκηρύχθη,
23.3.3
Ἀθανάσιος δὲ καὶ Μάρκελλος οἱ ἐπίσκοποι πλείονας ἔχουσι τοὺς ὑπὲρ ἑαυτῶν
23.3.4
λέγοντας καὶ γράφοντας. Μάρκελλος μὲν γὰρ ἐμαρτυρήθη ἡμῖν καὶ ἐν τῇ κατὰ
23.3.5
Νίκαιαν συνόδῳ τοῖς τὰ Ἀρείου φρονοῦσιν ἀντειρηκώς, Ἀθανάσιος δὲ ἐμαρτυρήθη
23.3.6
μηδὲ ἐν Τύρῳ καταγνωσθείς, ἐν δὲ τῷ Μαρεώτῃ μὴ παρεῖναι, ἔνθα τὰ ὑπομνήματα
23.3.7
κατ' αὐτοῦ γεγενῆσθαι λέγεται. οἴδατε 23. 4 δέ, ἀγαπητοί, ὅτι τὰ κατὰ μονομέρειαν
23.3.8
ἰσχὺν οὐκ ἔχει, ἀλλ' ὕποπτα τυγχάνει. καὶ ὅμως τούτων ὄντων ἡμεῖς ὑπὲρ ἀκριβείας
23.3.9
οὔτε ὑμῖν οὔτε τοῖς ὑπὲρ αὐτῶν γράψασι πρό κριμα ποιοῦντες προετρεψάμεθα τοὺς
23.3.10
γράψαντας ἐλθεῖν, ἵν' ἐπειδὴ πλείους εἰσὶν οἱ ὑπὲρ αὐτῶν γράψαντες, ἐπὶ συνόδου
23.3.11
πάντα ἐξετασθῇ πρὸς τὸ μηδὲ τὸν ἀναίτιον κατα κριθῆναι μήτε τὸν ὑπεύθυνον ὡς
23.3.12
καθαρὸν λογισθῆναι. οὐκοῦν οὐ παρ' ἡμῶν «ἀτιμάζεται σύνοδος», ἀλλὰ παρ'
23.3.13
ἐκείνων τῶν ἁπλῶς καὶ ὡς ἔτυχε τοὺς παρὰ πάντων κατακριθέντας Ἀρειανοὺς καὶ
23.3.14
παρὰ γνώμην τῶν κρινάντων δεξαμένων. οἱ γὰρ πλείονες ἤδη ἀναλύσαντές εἰσι σὺν
23.3.15
Χριστῷ, οἱ δὲ ἔτι καὶ νῦν ἐν τῷ βίῳ τούτῳ ἐξετάζονται ἀγανακτοῦντες ὅτι τὴν
23.3.16
αὐτῶν κρίσιν ἔλυσάν τινες.