Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1.1
Τοῦτο δὲ καὶ ἀπὸ τῶν γενομένων μὲν ἐν τῇ Ἀλεξανδρείᾳ ἔγνωμεν (καὶ
24.1.2
γὰρ καὶ Καρπώνης τις ἐκβληθεὶς ὑπὸ Ἀλεξάνδρου διὰ τὴν Ἀρείου αἵρεσιν μετά τινων
24.1.3
καὶ αὐτῶνἐκβληθέντων διὰ τὴν αὐτὴν αἵρεσιν ἐληλύθασιν ἐνταῦθα ἀποσταλέντες
24.1.4
παρὰ Γρηγορίου τινός), ὅμως δὲ ἐμάθομεν καὶ παρὰ Μακαρίου τοῦ πρεσβυτέρου καὶ
24.1.5
Μαρτυρίου καὶ Ἡσυχίου τῶν διακόνων. πρὸ τοῦ γὰρ ἀπαντῆσαι τοὺς Ἀθανασίου
24.1.6
πρεσβυτέρους προετρέποντο ἡμᾶς γράφειν ἐν Ἀλεξανδρείᾳ Πιστῷ τινι, ἡνίκα καὶ
24.1.7
Ἀθανάσιος ὁ ἐπίσκοπος ἐν ανδρείᾳ ἦν. τοῦτον δὲ τὸν Πιστὸν οἱ Ἀθανασίου
24.1.8
τοῦ ἐπισκόπου πρεσβύτεροι παρα γενόμενοι ἀπέδειξαν εἶναι Ἀρειανὸν ἐκβληθέντα
24.1.9
μὲν ὑπὸ Ἀλεξάνδρου τοῦ ἐπισκόπου καὶ τῆς κατὰ Νίκαιαν συνόδου, κατασταθέντα δὲ
24.1.10
ὑπὸ Σεκούνδου τινός, ὃν ἡ μεγάλη σύνοδος Ἀρειανὸν ὄντα ἐξέβαλε. τοῦτο δὲ οὐδὲ
24.1.11
αὐτοὶ οἱ περὶ Μαρτύριον ἀντέλεγον οὐδὲ ἠρνοῦντο τὸν Πιστὸν ὑπὸ Σεκούνδου
24.1.12
ἐσχηκέναι τὴν κατάστασιν. σκοπεῖτε τοίνυν καὶ ἐκ τούτων, τίνες ἂν ὑπὸ μέμψιν
24.1.13
δικαίως γένοιντο, οἱ μὴ πεισθέντες ἡμεῖς, ὥστε Πιστῷ τῷ Ἀρειανῷ γράψαι, ἢ οἱ
24.1.14
συμβουλεύοντες «ἀτιμάσαι» τὴν μεγάλην σύνοδον καὶ τοῖς ἀσεβέσιν ὡς 24. 3
24.1.15
εὐσεβέσι γράψαι; καὶ γὰρ καὶ Μακάριος ὁ πρεσβύτερος ὁ παρὰ Εὐσεβίου μετὰ τῶν
24.1.16
περὶ Μαρτύριον ἀποσταλεὶς ὡς ἤκουσεν ἐπιστάντας τοὺς πρεσβυτέρους Ἀθανασίου,
24.1.17
ἐκδεχομένων ἡμῶν τὴν παρουσίαν αὐτοῦ μετὰ τῶν περὶ Μαρτύριον καὶ Ἡσύχιον,
24.1.18
ἀπε δήμησε νυκτὸς καίτοι νοσῶν τῷ σώματι, ὡς ἐκ τούτου λοιπὸν ἡμᾶς ἀκολούθως
24.1.19
στοχά 24. 4 ζεσθαι ὅτι αἰσχυνόμενος τὸν κατὰ Πιστοῦ ἔλεγχον ἀνεχώρησεν.
24.1.20
ἀδύνατον γὰρ τὴν κατάστασιν Σεκούνδου τοῦ Ἀρειανοῦ ἐν τῇ καθολικῇ ἐκκλησίᾳ
24.1.21
ἰσχύσαι. «ἀτιμία» γὰρ ἀληθῶς αὕτη κατὰ τῆς συνόδου καὶ τῶν ἐν αὐτῇ συνελθόντων
24.1.22
ἐπισκόπων, ἐὰν τὰ μετὰ τοσαύτης σπουδῆς καὶ εὐλαβείας ὡς θεοῦ παρόντος
24.1.23
γενόμενα ἀντὶ μηδενὸς λυθῇ.