Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1.1
Εἴπερ οὖν, ὡς γράφετε, «ἐκ τοῦ κατὰ Νοβάτον καὶ τὸν Σαμοσατέα
25.1.2
Παῦλον παρα δείγματος τὰ τῶν συνόδων ἰσχύειν δόγματα χρή», ἔδει μᾶλλον μὴ
25.1.3
λυθῆναι τῶν τρια κοσίων τὴν ψῆφον, ἔδει τὴν καθολικὴν σύνοδον ὑπὸ τῶν ὀλίγων
25.1.4
μὴ ἀτιμασθῆναι. αἱρετι κοὶ γὰρ οἱ Ἀρειανοὶ ὥσπερ κἀκεῖνοι καὶ ὅμοιαι αἱ κατὰ
25.1.5
τούτων ψῆφοι ταῖς κατ' ἐκείνων. τούτων δὲ τολμηθέντων τίνες εἰσὶν οἱ «φλόγα
25.1.6
διχονοίας ἀνάψαντες»; ἡμᾶς γὰρ τοῦτο πεποιηκέναι γράψαντες ἐμέμψασθε. ἆρ' οὖν
25.1.7
ἡμεῖς διχονοίας εἰργασάμεθα οἱ συναλγοῦντες τοῖς πάσχουσιν ἀδελφοῖς καὶ κατὰ
25.1.8
κανόνα πάντα πεποιηκότες; ἢ οἱ φιλονείκως καὶ παρὰ κανόνα τῶν τριακοσίων τὴν
25.1.9
ψῆφον λύσαντες καὶ κατὰ πάντα «τὴν σύνοδον ἀτιμά 25. 2 σαντες»; οὐ γὰρ μόνον οἱ
25.1.10
Ἀρειανοὶ ἐδέχθησαν, ἀλλὰ καὶ ἀπὸ τόπου εἰς τόπον μεμελε τήκασιν ἐπίσκοποι
25.1.11
διαβαίνειν. εἰ οὖν ἀληθῶς «ἴσην καὶ τὴν αὐτὴν ἡγεῖσθε τιμὴν τῶν ἐπι σκόπων καὶ
25.1.12
μὴ ἐκ τοῦ μεγέθους τῶν πόλεων», ὡς γράφετε, «κρίνετε τοὺς ἐπισκόπους», ἔδει τὸν
25.1.13
πεπιστευμένον μικρὰν μένειν ἐν τῇ πιστευθείσῃ καὶ μὴ ἐξουθενεῖν μὲν τὸ
25.1.14
πεπιστευμέ νον, μεταβαίνειν δὲ εἰς τὴν μὴ ἐγχειρισθεῖσαν, ἵνα τῆς μὲν παρὰ θεοῦ
25.1.15
δοθείσης κατα 25. 3 φρονῇ, τὴν δὲ τῶν ἀνθρώπων κενοδοξίαν ἀγαπήσῃ. οὐκοῦν,
25.1.16
ἀγαπητοί, ἔδει ἀπαν τῆσαι καὶ μὴ παραιτήσασθαι, ἵνα καὶ τέλος λάβῃ τὸ πρᾶγμα·
25.1.17
τοῦτο γὰρ ὁ λόγος ἀπ αιτεῖ. ἀλλ' ἴσως ἡ προθεσμία ἐνεπόδισε· γράψαντες γὰρ
25.1.18
ἐμέμψασθε, ὅτι «στενὴν τὴν προ θεσμίαν τῆς συνόδου» ὡρίσαμεν, ἀλλὰ καὶ τοῦτο,
25.1.19
ἀγαπητοί, πρόφασίς ἐστιν. εἰ μὲν γὰρ ἐρχομένους τινὰς συνέκλεισεν ἡ ἡμέρα, στενὸν
25.1.20
ἂν τὸ διάστημα τῆς προθεσμίας ἠλέγχθη, εἰ δὲ οἱ ἐλθεῖν μὴ βουλόμενοι κατεσχήκασι
25.1.21
καὶ τοὺς πρεσβυτέρους ἕως αὐτοῦ τοῦ Ἰαννου 25. 4 αρίου μηνός, μὴ θαρρούντων
25.1.22
ἐστὶν ἡ πρόφασις. ἦλθον γὰρ ἄν, ὡς προεῖπον, εἰ ἐθάρρουν, οὐ πρὸς τὸ διάστημα τῆς
25.1.23
ὁδοῦ σκοποῦντες οὐδὲ πρὸς τὴν προθεσμίαν ὁρῶντες, ἀλλ' ἐπὶ τοῖς δικαίοις καὶ τοῖς
25.1.24
εὐλόγοις παρρησιαζόμενοι. ἀλλ' ἴσως διὰ τὸν καιρὸν οὐκ ἀπήν τησαν. τοῦτο γὰρ
25.1.25
γράφοντες πάλιν ἐδηλώσατε, ὡς ἄρα ἔδει ἡμᾶς «σκοπήσαντας τὸν ἐπὶ τῆς Ἑῴας
25.1.26
καιρὸν» μὴ προτρέψασθαι ὑμᾶς ἀπαντῆσαι. εἰ μὲν οὖν διὰ τὸ τοιοῦτον εἶναι τὸν
25.1.27
καιρὸν οὐκ ἀπηντήσατε, ὥς φατε, ἔδει προτέρους ὑμᾶς τὸν καιρὸν τοῦτον
25.1.28
σκοπήσαντας μὴ αἰτίους σχίσματος μηδὲ ὀλολυγῆς καὶ θρήνων ἐν ταῖς ἐκκλησίαις
25.1.29
γενέσθαι. νῦν δὲ οἱ ταῦτα πεποιηκότες ἔδειξαν μὴ τὸν καιρὸν αἴτιον, ἀλλὰ τὴν
25.1.30
προαίρεσιν τῶν μὴ θελη σάντων ἀπαντῆσαι.