Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
26.1.1
Θαυμάζω δὲ κἀκεῖνο τὸ μέρος τῆς ἐπιστολῆς, πῶς ὅλως κἂν ἐγράφη παρ'
26.1.2
ὑμῶν ὅτι δὴ «τοῖς περὶ Εὐσέβιον μόνοις καὶ οὐ πᾶσιν ὑμῖν» μόνος ἔγραψα· εὐχέρειαν
26.1.3
γὰρ τῶν μεμψαμένων μᾶλλον ἄν τις εὕροι ἤπερ ἀλήθειαν. ἐγὼ γὰρ οὐκ ἄλλοθεν
26.1.4
λαβὼν κατὰ Ἀθανασίου γράμματα ἢ διὰ τῶν περὶ Μαρτύριον καὶ Ἡσύχιον ἐκείνοις
26.1.5
ἀνάγκῃ ἔγραψα τοῖς καὶ γράψασι κατ' αὐτοῦ. ἔδει τοίνυν ἢ τοὺς περὶ Εὐσέβιον μὴ
26.1.6
μόνους χωρὶς πάντων ὑμῶν γράψαι ἢ ὑμᾶς, οἷς μὴ ἔγραψα, μὴ λυπεῖσθαι, εἰ ἐκείνοις
26.1.7
ἐγράφη τοῖς καὶ γράψασιν. 26. 2 εἰ γὰρ ἐχρῆν καὶ πᾶσιν ὑμῖν ἐπιστεῖλαι, ἔδει καὶ ὑμᾶς
26.1.8
σὺν ἐκείνοις γράψαι. νῦν δὲ τὸ ἀκόλουθον σκοποῦντες ἐκείνοις ἐγράψαμεν τοῖς καὶ
26.1.9
δηλώσασιν ἡμῖν καὶ τοῖς ἀποστείλασι πρὸς ἡμᾶς. εἰ δὲ καὶ τὸ μόνον ἐμὲ γεγραφέναι
26.1.10
ἐκείνοις ἐκίνησεν ὑμᾶς, ἀκόλουθόν ἐστιν ὑμᾶς ἀγανακτεῖν, ὅτι καὶ μόνῳ ἐμοὶ
26.1.11
ἔγραψαν. ἀλλὰ καὶ ἐν τούτῳ πιθανὴ μὲν καὶ οὐκ ἄλογος ἡ πρόφασις, ἀγαπητοί, ὅμως
26.1.12
δὲ γνωρίσαι ὑμῖν ἀναγκαῖον ὅτι, εἰ καὶ μόνος ἔγραψα, ἀλλ' οὐκ ἐμοῦ μόνου ἐστὶν
26.1.13
αὕτη ἡ γνώμη ἀλλὰ καὶ πάντων τῶν κατὰ τὴν Ἰτα λίαν καὶ τῶν ἐν τούτοις τοῖς
26.1.14
μέρεσιν ἐπισκόπων. καὶ ἔγωγε τοὺς πάντας οὐκ ἠθέλησα 26. 3 ποιῆσαι γράψαι, ἵνα μὴ
26.1.15
παρὰ πολλῶν τὸ βάρος ἔχωσιν. ἀμέλει καὶ νῦν τῇ ὁρισθείσῃ προθεσμίᾳ συνῆλθον
26.1.16
ἐπίσκοποι καὶ ταύτης τῆς γνώμης γεγόνασιν, ἣν πάλιν γράφων ὑμῖν σημαίνω, ὥστε,
26.1.17
ἀγαπητοί, εἰ καὶ μόνος ἐπιστέλλω, ἀλλὰ πάντων γνώμην εἶναι ταύτην γινώσκετε.
26.1.18
ταῦτα μὲν οὖν περὶ τοῦ μὴ εὐλόγως τινὰς ἐξ ὑμῶν προφάσεις, ἀλλὰ ἀδίκους καὶ
26.1.19
ὑπόπτους πορίσασθαι.

Intertext edge

Open linked passage

Note