Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
27.1.1
Περὶ δὲ τοῦ μὴ εὐχερῶς μηδὲ ἀδίκως ἡμᾶς ὑποδεδέχθαι εἰς κοινωνίαν
27.1.2
τοὺς συν επισκόπους ἡμῶν Ἀθανάσιον καὶ Μάρκελλον, εἰ καὶ τὰ προλεχθέντα ἱκανά,
27.1.3
ὅμως διὰ βραχέων εὔλογον ὑμῖν δεῖξαι. ἔγραψαν οἱ περὶ Εὐσέβιον πρότερον κατὰ
27.1.4
τῶν περὶ Ἀθα νάσιον, ἐγράψατε δὲ καὶ νῦν ὑμεῖς, ἔγραψαν δὲ καὶ πλεῖστοι ἐπίσκοποι
27.1.5
ἀπὸ τῆς Αἰγύπ 27. 2 του καὶ ἐξ ἄλλων ἐπαρχιῶν ὑπὲρ Ἀθανασίου. πρῶτον μὲν οὖν τὰ
27.1.6
κατ' αὐτοῦ γράμ ματα παρ' ὑμῶν μάχεται πρὸς ἑαυτὰ καὶ οὐδεμίαν συμφωνίαν ἔχει
27.1.7
τὰ δεύτερα πρὸς τὰ πρῶτα, ἀλλ' ἐν πολλοῖς τὰ πρῶτα ὑπὸ τῶν δευτέρων λύεται καὶ
27.1.8
τὰ δεύτερα ὑπὸ τῶν πρώτων διαβάλλεται· ἀσυμφώνων δὲ ὄντων τῶν γραμμάτων
27.1.9
οὐδεμία πίστις περὶ τῶν λεγομένων ἐστίν. ἔπειτα, εἰ τοῖς παρ' ὑμῶν γραφεῖσιν
27.1.10
ἀξιοῦτε πιστεύειν, ἀκόλουθόν ἐστι καὶ τοῖς ὑπὲρ αὐτοῦ γράψασι μὴ ἀπιστῆσαι, καὶ
27.1.11
μάλιστα ὅτι ὑμεῖς μὲν πόρρωθεν, ἐκεῖνοι δὲ ἐν τοῖς τόποις ὄντες καὶ εἰδότες τὸν
27.1.12
ἄνδρα καὶ τὰ ἐκεῖ γινόμενα πράγματα γρά φουσι μαρτυροῦντες αὐτοῦ τῷ βίῳ καὶ
27.1.13
διαβεβαιούμενοι ἐν πᾶσιν αὐτὸν συσκευὴν πεπον 27. 3 θέναι. καὶ πάλιν Ἀρσένιός τις
27.1.14
ἐπίσκοπος ἐλέχθη ποτὲ ὡς ἀναιρεθεὶς παρὰ Ἀθανασίου, 27. 4 ἀλλὰ τοῦτον ἐμάθομεν
27.1.15
ζῆν, ἀλλὰ καὶ φιλίαν ἔχειν πρὸς αὐτόν. τὰ ὑπομνήματα τὰ ἐν Μαρεώτῃ γενόμενα
27.1.16
διεβεβαιώσατο κατὰ μονομέρειαν γεγενῆσθαι· μήτε γὰρ ἐκεῖ παρεῖναι Μακάριον τὸν
27.1.17
πρεσβύτερον τὸν κατηγορούμενον μήτε αὐτὸν τὸν ἐπίσκοπον αὐτοῦ Ἀθανάσιον. καὶ
27.1.18
τοῦτο οὐ μόνον ἐκ τῶν αὐτοῦ λόγων, ἀλλὰ καὶ ἐκ τῶν ὑπο μνημάτων, ὧν ἐκόμισαν
27.1.19
ἡμῖν οἱ περὶ Μαρτύριον καὶ Ἡσύχιον, ἔγνωμεν. ἀναγνόντες γὰρ εὕρομεν ὅτι ὁ μὲν
27.1.20
κατήγορος Ἰσχύρας ἐκεῖ παρῆν, οὔτε δὲ Μακάριος οὔτε ὁ ἐπί σκοπος Ἀθανάσιος·
27.1.21
ἀλλὰ καὶ τοὺς πρεσβυτέρους Ἀθανασίου ἀξιοῦντας παρεῖναι καὶ 27. 5 μὴ
27.1.22
συγχωρηθέντας. ἔδει δὲ, ἀγαπητοί, εἴπερ μετὰ ἀληθείας ἐγίνετο τὸ κριτήριον μὴ
27.1.23
μόνον τὸν κατήγορον, ἀλλὰ καὶ τὸν κατηγορούμενον παρεῖναι. ὥσπερ γὰρ ἐν τῇ
27.1.24
Τύρῳ Μακάριος παρῆν ὁ κατηγορούμενος καὶ Ἰσχύρας ὁ κατήγορος, καὶ οὐδὲν
27.1.25
ἐδείχθη, οὕτως ἔδει καὶ ἐν τῷ Μαρεώτῃ μὴ μόνον ἀπελθεῖν τὸν κατήγορον, ἀλλὰ καὶ
27.1.26
τὸν κατη γορούμενον, ἵνα παρὼν ἢ ἐλεγχθῇ ἢ μὴ ἐλεγχθεὶς δείξῃ τὴν συκοφαντίαν.
27.1.27
νῦν δὲ τού του μὴ γενομένου, ἀλλὰ μόνου ἀπελθόντος τοῦ κατηγόρου, μεθ' ὧν
27.1.28
παρῃτήσατο Ἀθα νάσιος, ὕποπτα τὰ πράγματα φαίνεται.

Intertext edge

Open linked passage

Note