Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1.1
Ἠιτιᾶτο δὲ καὶ τοὺς ἀπελθόντας εἰς τὸν Μαρεώτην παρὰ γνώμην αὐτοῦ
28.1.2
ἀπεληλυ θέναι. ἔλεγε γὰρ ὅτι Θεόγνιον καὶ Μάριν καὶ Θεόδωρον, Οὐρσάκιον καὶ
28.1.3
Οὐάλεντα καὶ Μακεδόνιον ὑπόπτους ὄντας ἀπέστειλαν. καὶ τοῦτο οὐκ ἐκ τῶν λόγων
28.1.4
αὐτοῦ μόνον, ἀλλὰ καὶ ἐκ τῆς ἐπιστολῆς Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου τῆς
28.1.5
Θεσσαλονίκης ἐδείκνυε. προήνεγκε γὰρ ἐπιστολὴν αὐτοῦ γραφεῖσαν πρὸς Διονύσιον
28.1.6
τὸν ἐν τῇ συνόδῳ 28. 2 κόμητα, ἐν ᾗ δηλοῖ φανερὰν συσκευὴν γενέσθαι κατὰ
28.1.7
Ἀθανασίου. καὶ αὐτοῦ δὲ τοῦ κατηγόρου Ἰσχύρα προεκόμισε χεῖρα ὁλόγραφον
28.1.8
αὐθεντικήν, ἐν ᾗ μάρτυρα τὸν θεὸν τὸν παντοκράτορα ἐπικαλούμενος μήτε
28.1.9
ποτηρίου κλάσιν μήτε τραπέζης ἀνατροπὴν γεγενῆσθαι ἔλεγεν, ἀλλ' ὑποβεβλῆσθαι
28.1.10
ἑαυτὸν ὑπό τινων πλάσασθαι ταύτην τὴν κα τηγορίαν. ἀπαντήσαντες δὲ καὶ
28.1.11
πρεσβύτεροι τοῦ Μαρεώτου διεβεβαιώσαντο μήτε τὸν Ἰσχύραν πρεσβύτερον εἶναι
28.1.12
τῆς καθολικῆς ἐκκλησίας μήτε τι τοιοῦτον πεπλημμεληκέναι 28. 3 Μακάριον, ὁποῖον
28.1.13
ἐκεῖνος κατηγόρησεν. οἱ πρεσβύτεροι δὲ καὶ οἱ διάκονοι ἀπαντή σαντες ἐνταῦθα οὐκ
28.1.14
ὀλίγα, ἀλλὰ καὶ πολλὰ ἐμαρτύρησαν ὑπὲρ τοῦ ἐπισκόπου Ἀθανασίου
28.1.15
διαβεβαιούμενοι μηδὲν ἀληθὲς εἶναι τῶν κατ' αὐτοῦ λεγομένων, συσκευὴν δὲ αὐτὸν
28.1.16
πε πονθέναι. καὶ οἱ ἀπὸ τῆς Αἰγύπτου δὲ καὶ Λιβύης πάντες ἐπίσκοποι γράφοντες
28.1.17
διεβεβαιώ σαντο καὶ τὴν κατάστασιν αὐτοῦ ἔννομον καὶ ἐκκλησιαστικὴν γεγονέναι
28.1.18
καὶ πάντα τὰ παρ' ὑμῶν λεγόμενα κατ' αὐτοῦ εἶναι ψευδῆ· οὔτε γὰρ φόνον
28.1.19
γεγενῆσθαι οὔτε τινὰς ἀναιρεθῆναι δι' αὐτὸν οὔτε κλάσιν ποτηρίου γεγενῆσθαι,
28.1.20
ἀλλὰ πάντα εἶναι ψευδῆ. 28. 4 καὶ ἐκ τῶν ὑπομνημάτων δὲ τῶν ἐν Μαρεώτῃ κατὰ
28.1.21
μονομέρειαν γενομένων ἐδείκνυεν ὁ ἐπίσκοπος Ἀθανάσιος ἕνα κατηχούμενον
28.1.22
ἐξετασθέντα καὶ εἰπόντα ἔνδον εἶναι μετὰ Ἰσχύρα, ὅτε Μακάριος ὁ πρεσβύτερος
28.1.23
Ἀθανασίου, ὡς λέγουσιν, ἐπέστη τῷ τόπῳ, καὶ ἄλλους δὲ ἐξετασθέντας καὶ εἰπόντας
28.1.24
τὸν μὲν «ἐν κελλίῳ μικρῷ», τὸν δὲ «ὄπισθεν τῆς θύρας κατακεῖσθαι τὸν Ἰσχύραν
28.1.25
τότε νοσοῦντα», ὅτε Μακάριον λέγουσιν ἀπηντηκέναι 28. 5 ἐκεῖ. ἀπὸ δὴ τούτων ὧν
28.1.26
ἔλεγε, καὶ ἡμεῖς ἀκολούθως στοχαζόμεθα ὅτι πῶς οἷόν τε τὸν ὄπισθεν τῆς θύρας
28.1.27
νόσῳ κατακείμενον τότε ἑστηκέναι καὶ λειτουργεῖν καὶ προσφέρειν; ἢ πῶς οἷόν τε
28.1.28
ἦν προσφορὰν προκεῖσθαι ἔνδον ὄντων τῶν κατηχουμένων; εἰ γὰρ ἔνδον 28. 6 ἦσαν
28.1.29
οἱ κατηχούμενοι, οὔπω ἦν ὁ καιρὸς τῆς προσφορᾶς. ταῦτα, ὥσπερ εἴρηται, ἔλεγεν ὁ
28.1.30
ἐπίσκοπος Ἀθανάσιος καὶ ἐκ τῶν ὑπομνημάτων ἐδείκνυε, διαβεβαιουμένων καὶ τῶν
28.1.31
σὺν αὐτῷ μηδὲ ὅλως αὐτὸν πρεσβύτερον γεγενῆσθαί ποτε ἐν τῇ καθολικῇ ἐκκλησίᾳ
28.1.32
μηδὲ σεσυνῆχθαι αὐτόν ποτε ἐν τῇ ἐκκλησίᾳ ὡς πρεσβύτερον· οὐδὲ γὰρ [οὐδὲ] ὅτε
28.1.33
Ἀλέξαν δρος ἐδέχετο κατὰ φιλανθρωπίαν τῆς μεγάλης συνόδου τοὺς ἀπὸ τοῦ
28.1.34
σχίσματος Μελιτίου, ὠνομάσθαι αὐτὸν ὑπὸ Μελιτίου μετὰ τῶν αὐτοῦ
28.1.35
διεβεβαιοῦντο· ὃ καὶ μέγιστόν ἐστι τεκμήριον μὴ εἶναι αὐτὸν μήτε Μελιτίου. εἰ γὰρ
28.1.36
ἦν, πάντως καὶ αὐτὸς αὐτοῖς συνηριθ 28. 7 μεῖτο. ἄλλως τε καὶ ἐν ἄλλοις ὁ Ἰσχύρας
28.1.37
ψευσάμενος ἐδείκνυτο ὑπὸ Ἀθανασίου ἐκ τῶν ὑπομνημάτων· κατηγορήσας γὰρ ὡς
28.1.38
βιβλίων κεκαυμένων ὅτε, ὡς λέγουσι, Μα κάριος ἐπέστη, ἠλέγχθη ὑφ' ὧν αὐτὸς
28.1.39
ἤνεγκε μαρτύρων ψευσάμενος.