Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1.1
Τούτων τοίνυν οὕτως λεγομένων καὶ τοσούτων μὲν ὄντων τῶν
29.1.2
μαρτύρων τῶν ὑπὲρ αὐτοῦ, τοσούτων δὲ δικαιωμάτων προφερομένων ὑπ' αὐτοῦ, τί
29.1.3
ἔδει ποιεῖν ἡμᾶς; ἢ τί ὁ ἐκκλησιαστικὸς κανὼν ἀπαιτεῖ ἢ μὴ καταγνῶναι τοῦ ἀνδρός,
29.1.4
ἀλλὰ μᾶλλον ἀποδέ 29. 2 ξασθαι καὶ ἔχειν αὐτὸν ἐπίσκοπον, ὥσπερ καὶ εἴχομεν; καὶ
29.1.5
γὰρ πρὸς τούτοις πᾶσι παρέμεινεν ἐνταῦθα ἐνιαυτὸν καὶ ἓξ μῆνας ἐκδεχόμενος τὴν
29.1.6
παρουσίαν ὑμῶν ἢ τῶν βου λομένων ἐλθεῖν· τῇ δὲ παρουσίᾳ ἐδυσώπει πάντας, ὅτι
29.1.7
οὐκ ἂν παρῆν εἰ μὴ ἐθάρρει. καὶ γὰρ οὐκ ἀφ' ἑαυτοῦ ἐλήλυθεν, ἀλλὰ κληθεὶς καὶ
29.1.8
λαβὼν γράμματα παρ' ἡμῶν, καθάπερ 29. 3 καὶ ὑμῖν ἐγράψαμεν. καὶ ὅμως μετὰ
29.1.9
τοσαῦτα ὑμεῖς ὡς «παρὰ κανόνας ποιήσαντας» ἡμᾶς ἐμέμψασθε. σκοπεῖτε τοίνυν,
29.1.10
τίνες εἰσὶν οἱ παρὰ κανόνας πράξαντες, ἡμεῖς οἱ μετὰ τοσούτων ἀποδείξεων τὸν
29.1.11
ἄνδρα δεξάμενοι ἢ οἱ ἀπὸ τριάκοντα καὶ ἓξ μονῶν ἐν Ἀντιο χείᾳ ὀνομάσαντές τινα
29.1.12
ὡς ἐπίσκοπον ξένον καὶ ἀποστείλαντες εἰς τὴν Ἀλεξάνδρειαν μετὰ στρατιωτικῆς
29.1.13
ἐξουσίας; ὅπερ οὐ γέγονεν οὐδὲ εἰς Γαλλίας αὐτοῦ ἀποσταλέντος· ἐγεγόνει γὰρ ἂν
29.1.14
καὶ τότε, εἰ ὄντως ἦν καταγνωσθείς. ἀμέλει ἐπανελθὼν σχολάζουσαν καὶ
29.1.15
ἐκδεχομένην αὐτὸν τὴν ἐκκλησίαν εὗρεν.