Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Ἤρκει μὲν γὰρ καὶ ἡ τῶν τοσούτων ἐπισκόπων ψῆφος δυσωπῆσαι τοὺς
2.1.2
ἔτι κἂν προσποιεῖσθαι καθ' ἡμῶν βουλομένους· ὅτε δὲ καὶ ἐχθροὶ μαρτυροῦσιν ὑπὲρ
2.1.3
ἡμῶν τε καὶ καθ' ἑαυτῶν φάσκοντες τὰ καθ' ἡμῶν εἶναι συσκευήν, τίς ἔτι λοιπὸν
2.1.4
ἀμφιβάλλων 2. 2 οὐκ αἰσχύνεται; τοῦ γὰρ νόμου κελεύοντος «ἐπὶ στόματος δύο καὶ
2.1.5
τριῶν μαρτύρων» ἵστασθαι τὰς κρίσεις ἰδοὺ τοσοῦτον πλῆθος ὑπὲρ ἡμῶν ἐστι
2.1.6
μαρτύρων ἔχον προσθήκην καὶ τὴν παρὰ τῶν ἐχθρῶν ἀπόδειξιν, ὥστε καὶ τοὺς
2.1.7
ὑπολειπομένους μηκέτι προσέχειν οἷς, ὡς ἠθέλησαν, ἐδίκασαν, ἀλλὰ βιάζεσθαι
2.1.8
λοιπὸν καὶ ἀντὶ τῶν εὐλόγων ἀδικεῖν τοὺς ἐλέγχοντας αὐτούς. τοῦτο γὰρ αὐτοὺς
2.1.9
μάλιστα λυπεῖ, ἐπειδήπερ ἅπερ ἔκρυψαν αὐτοὶ πράξαντες καὶ καθ' ἑαυτοὺς ἐν γωνίᾳ
2.1.10
συνέθεντο, ταῦτα Οὐάλης καὶ Οὐρσάκιος ἐξήγαγον καὶ ἀπεκάλυψαν. καὶ ἴσασιν
2.1.11
ἀκριβῶς, ὡς ἡ τούτων μετάνοια κατακρίνει μὲν 2. 3 ἐκείνους, δικαιοῖ δὲ τοὺς
2.1.12
ἀδικηθέντας παρ' αὐτῶν. διὰ τοῦτο γοῦν καὶ ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ
2.1.13
καθῃρέθησαν, ὥσπερ ἔμπροσθεν εἶπον, καὶ εἰκότως γε· οὕτω γὰρ καὶ οἱ τότε
2.1.14
Φαρισαῖοι ἀπολογούμενοι ὑπὲρ τοῦ Παύλου διήλεγχον τὴν ἑαυτῶν καὶ τῶν
2.1.15
Ἰουδαίων κατ' αὐτοῦ γενομένην συνωμοσίαν· οὕτως ὁ μακάριος Δαυὶδ ἐδείχθη
2.1.16
μάτην διωκόμενος, ὁπηνίκα ὁ διώκων ὡμολόγησε λέγων· «ἥμαρτον, τέκνον Δαυίδ»·
2.1.17
οὕτως καὶ οὗτοι νικηθέντες ὑπὸ τῆς ἀληθείας ἠξίωσαν καὶ γράψαντες ἐπιδεδώκασιν
2.1.18
Ἰουλίῳ 2. 4 τῷ ἐπισκόπῳ Ῥώμης. ἔγραψαν δὲ καὶ ἡμῖν ἀξιοῦντες ἔχειν τὴν πρὸς ἡμᾶς
2.1.19
εἰρήνην οἱ τοσαῦτα θρυλήσαντες καὶ τάχα καὶ νῦν ἐρυθριῶντες, διότι οὓς ἐζήτησαν
2.1.20
ἀνελεῖν, τούτους τῇ χάριτι τοῦ κυρίου ζῶντας ὁρῶσι. καὶ Ἄρειον δὲ καὶ τὴν αἵρεσιν
2.1.21
ἀνεθεμάτισαν ἀκολούθως τοῦτο ποιοῦντες. εἰδότες γάρ, ὡς δι' οὐδὲν ἕτερον οἱ περὶ
2.1.22
Εὐσέβιον ἡμῖν ἐπεβούλευον ἢ διὰ τὴν ἰδίαν ἑαυτῶν ἀσέβειαν, ἅπαξ κρίναντες
2.1.23
ὁμολογῆσαι τὴν καθ' ἡμῶν συκοφαντίαν εὐθὺς ἠρνήσαντο καὶ τὴν χριστομάχον
2.1.24
αἵρεσιν, δι' ἣν καὶ τὰ καθ' ἡμῶν ὑπεκρίναντο.