Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
32.1.1
Περὶ δὲ Μαρκέλλου, ἐπειδὴ καὶ περὶ αὐτοῦ ὡς ἀσεβοῦντος εἰς τὸν
32.1.2
Χριστὸν ἐγράψατε, δηλῶσαι ὑμῖν ἐσπούδασα ὅτι ἐνταῦθα γενόμενος διεβεβαιώσατο
32.1.3
μὲν μὴ εἶναι ἀληθῆ τὰ περὶ αὐτοῦ γραφέντα παρ' ὑμῶν, ὅμως δὲ ἀπαιτούμενος παρ'
32.1.4
ἡμῶν εἰπεῖν περὶ τῆς πίστεως οὕτως μετὰ παρρησίας ἀπεκρίνατο δι' ἑαυτοῦ ὡς
32.1.5
ἐπιγνῶναι μὲν ἡμᾶς ὅτι 32. 2 μηδὲν ἔξωθεν τῆς ἀληθείας ὁμολογεῖ. οὕτως γὰρ
32.1.6
εὐσεβῶς περὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὡμολόγησε φρονεῖν,
32.1.7
ὥσπερ καὶ ἡ καθολικὴ ἐκκλησία φρονεῖ· καὶ οὐ νῦν ταῦτα πεφρονηκέναι
32.1.8
διεβεβαιώσατο, ἀλλὰ καὶ ἔκπαλαι, ὡσπεροῦν καὶ οἱ ἡμέτεροι πρεσβύτεροι τότε ἐν τῇ
32.1.9
κατὰ Νίκαιαν συνόδῳ γενόμενοι ἐμαρτύρησαν αὐτοῦ τῇ ὀρ θοδοξίᾳ. καὶ γὰρ καὶ τότε
32.1.10
καὶ νῦν κατὰ τῆς αἱρέσεως τῶν Ἀρειανῶν πεφρονηκέναι διισχυρίσατο, ἐφ' ᾧ καὶ
32.1.11
ὑμᾶς ὑπομνῆσαι δίκαιόν ἐστιν, ἵνα μηδεὶς τὴν τοιαύτην αἵρεσιν 32. 3 ἀποδέχηται,
32.1.12
ἀλλὰ βδελύττηται ὡς ἀλλοτρίαν τῆς ὑγιαινούσης διδασκαλίας. ὀρθὰ τοίνυν αὐτὸν
32.1.13
φρονοῦντα καὶ ἐπὶ ὀρθοδοξίᾳ μαρτυρούμενον τί πάλιν καὶ ἐπὶ τούτου ἔδει ποιεῖν
32.1.14
ἡμᾶς ἢ ἔχειν αὐτόν, ὥσπερ καὶ εἴχομεν, ἐπίσκοπον καὶ μὴ ἀποβάλλειν τῆς 32. 4
32.1.15
κοινωνίας; ταῦτα μὲν οὖν ἐγὼ οὐχ ὡς ὑπεραπολογούμενος αὐτῶν γέγραφα, ἀλλ'
32.1.16
ἕνεκα τοῦ πιστεῦσαι ὑμᾶς ὅτι δικαίως καὶ κανονικῶς ἐδεξάμεθα τοὺς ἄνδρας, καὶ
32.1.17
μάτην φιλονεικεῖτε, ὑμᾶς δὲ δίκαιόν ἐστι σπουδάσαι καὶ πάντα τρόπον καμεῖν, ἵνα
32.1.18
τὰ μὲν παρὰ κανόνα γενόμενα διορθώσεως τύχῃ, αἱ δὲ ἐκκλησίαι εἰρήνην ἔχωσι
32.1.19
πρὸς τὸ τὴν τοῦ κυρίου εἰρήνην τὴν δοθεῖσαν ἡμῖν παραμεῖναι καὶ μὴ σχίζεσθαι τὰς
32.1.20
ἐκκλησίας μηδὲ ὑμᾶς ὡς αἰτίους σχίσματος μέμψιν ὑπομεῖναι. ὁμολογῶ γὰρ ὑμῖν τὰ
32.1.21
γενόμενα οὐκ εἰρήνης, ἀλλὰ σχίσματος προφάσεις εἰσίν.

Intertext edge

Open linked passage

Note