Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1.1
Οὐ γὰρ μόνον οἱ περὶ Ἀθανάσιον καὶ Μάρκελλον οἱ ἐπίσκοποι
33.1.2
ἐληλύθασιν ἐνταῦθα αἰτιώμενοι κατ' αὐτῶν ἀδικίαν γεγονέναι, ἀλλὰ καὶ πλεῖστοι
33.1.3
ἄλλοι ἐπίσκοποι ἀπὸ Θρᾴκης, ἀπὸ Κοίλης Συρίας, ἀπὸ Φοινίκης καὶ Παλαιστίνης. καὶ
33.1.4
πρεσβύτεροι μὲν οὐκ ὀλίγοι, ἄλλοι δέ τινες ἀπὸ Ἀλεξανδρείας καὶ ἄλλοι ἐξ ἄλλων
33.1.5
μερῶν, ἀπήντησαν εἰς τὴν ἐνταῦθα σύνοδον, ἐπὶ πάντων τῶν συνελθόντων
33.1.6
ἐπισκόπων πρὸς τοῖς ἄλλοις οἷς ἔλεγον ἔτι καὶ ἀπωδύροντο βίαν καὶ ἀδικίαν τὰς
33.1.7
ἐκκλησίας πεπονθέναι, καὶ ὅμοια τῶν κατὰ Ἀλεξάνδρειαν καὶ τὰς ἑαυτῶν καὶ ἐν
33.1.8
ἄλλαις ἐκκλησίαις γεγενῆσθαι διεβεβαιοῦντο οὐ 33. 2 λόγῳ μόνον, ἀλλὰ καὶ
33.1.9
πράγμασι. καὶ ἐξ Αἰγύπτου δὲ καὶ τῆς Ἀλεξανδρείας πάλιν ἐλθόντες νῦν πρεσβύτεροι
33.1.10
μετὰ γραμμάτων ἀπωδύροντο ὅτι πολλοὶ ἐπίσκοποι καὶ πρεσβύτεροι θέλοντες
33.1.11
ἐλθεῖν εἰς τὴν σύνοδον ἐκωλύθησαν. μέχρι γὰρ νῦν καὶ μετὰ τὴν τοῦ ἐπισκόπου
33.1.12
Ἀθανασίου ἀποδημίαν ἔλεγον ἐπισκόπους ὁμολογητὰς κατακόπτεσθαι πληγαῖς καὶ
33.1.13
ἄλλους φυλακίζεσθαι, ἤδη δὲ καὶ ἀρχαίους, πλεῖστον ὅσον χρόνον ἔχοντας ἐν τῇ
33.1.14
ἐπισκοπῇ, εἰς λειτουργίας δημοσίας παραδίδοσθαι καὶ σχεδὸν πάντας τοὺς τῆς
33.1.15
καθολικῆς ἐκκλησίας κληρικοὺς καὶ λαοὺς ἐπιβουλεύεσθαι καὶ διώκεσθαι. καὶ γὰρ
33.1.16
καί τινας ἐπισκόπους καί τινας ἀδελφοὺς ὑπερορίους ἔλεγον γεγενῆσθαι δι' οὐδὲν
33.1.17
ἕτερον, ἢ ἵνα καὶ ἄκοντες ἀναγκάζωνται κοινωνεῖν Γρηγορίῳ καὶ τοῖς σὺν αὐτῷ
33.1.18
Ἀρειανοῖς. 33. 3 καὶ ἐν Ἀγκύρᾳ δὲ τῆς Γαλατίας οὐκ ὀλίγα γεγενῆσθαι, ἀλλὰ τὰ αὐτὰ
33.1.19
πάλιν τοῖς κατὰ Ἀλεξάνδρειαν γενομένοις ἠκούσαμεν καὶ παρ' ἑτέρων, καὶ
33.1.20
Μάρκελλος δὲ ὁ ἐπίσκοπος διεμαρτύρατο. πρὸς δὲ τούτοις καὶ τοιαύτας κατηγορίας
33.1.21
καὶ οὕτω δεινὰς κατά τινων ἐξ ὑμῶν, ἵνα μὴ λέγω τὰ ὀνόματα, οἱ ἀπαντήσαντες
33.1.22
εἰρήκασιν, ἃς ἐγὼ μὲν γράψαι παρῃ 33. 4 τησάμην· ἴσως δὲ καὶ ὑμεῖς παρ' ἑτέρων
33.1.23
ἀκηκόατε. διὰ τοῦτο γὰρ μάλιστα καὶ ἔγραψα προτρεπόμενος ὑμᾶς ἐλθεῖν, ἵνα καὶ
33.1.24
παρόντες ἀκούσητε καὶ πάντα διορθωθῆναι καὶ θεραπευθῆναι δυνηθῇ. ἐπὶ δὲ τούτῳ
33.1.25
προθυμοτέρως ἔδει τοὺς κληθέντας ἀπαντῆσαι καὶ μὴ παραιτήσασθαι, ἵνα μήτε ὡς
33.1.26
ὕποπτοι περὶ τὰ λεχθέντα, ἐὰν μὴ ἀπαντήσωσι, νομισθῶσι μήτε ὡς μὴ δυνάμενοι
33.1.27
ἐλέγξαι ἃ ἔγραψαν.