Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
34.1.1
Τούτων τοίνυν οὕτως λεγομένων καὶ οὕτως τῶν ἐκκλησιῶν πασχουσῶν
34.1.2
καὶ ἐπι βουλευομένων, ὡς οἱ ἀπαγγέλλοντες διεβεβαιοῦντο, τίνες εἰσὶν οἱ «φλόγα
34.1.3
διχονοίας ἀνάψαντες»; ἡμεῖς οἱ λυπούμενοι ἐπὶ τοῖς τοιούτοις καὶ συμπάσχοντες
34.1.4
τοῖς πάσχουσιν ἀδελφοῖς ἢ οἱ τὰ τοιαῦτα ἐργασάμενοι; θαυμάζω γάρ, πῶς τοιαύτης
34.1.5
καὶ τοσαύτης ἐκεῖ ἀκαταστασίας καθ' ἑκάστην ἐκκλησίαν οὔσης, δι' ἣν καὶ οἱ
34.1.6
ἀπαντήσαντες ἦλθον ἐνταῦθα, γράφετε ὑμεῖς «ὁμόνοιαν γεγενῆσθαι ἐν ταῖς
34.1.7
ἐκκλησίαις». τὰ δὲ τοιαῦτα οὐκ ἐπὶ οἰκοδομῇ τῆς ἐκκλησίας, ἀλλ' ἐπὶ καθαιρέσει
34.1.8
ταύτης γίνεται. καὶ οἱ ἐν τούτοις δὲ χαίροντες οὔκ εἰσιν εἰρήνης υἱοί, ἀλλὰ
34.1.9
ἀκαταστασίας· ὁ δὲ θεὸς ἡμῶν «οὐκ ἔστιν ἀκαταστασίας ἀλλ' 34. 2 εἰρήνης». διόπερ,
34.1.10
ὡς οἶδεν ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κηδό μενος μὲν καὶ τῆς
34.1.11
ὑμῶν ὑπολήψεως, εὐχόμενος δὲ καὶ τὰς ἐκκλησίας μὴ ἐν ἀκαταστασίᾳ εἶναι, ἀλλὰ
34.1.12
διαμένειν ὥσπερ ὑπὸ τῶν ἀποστόλων ἐκανονίσθη, γράψαι ὑμῖν ταῦτα ἀναγ καῖον
34.1.13
ἡγησάμην, ἵνα ἤδη ποτὲ δυσωπήσητε τοὺς διὰ τὴν πρὸς ἀλλήλους ἀπέχθειαν οὕτω
34.1.14
διαθεμένους τὰς ἐκκλησίας. ἤκουσα γὰρ ὅτι τινές εἰσιν ὀλίγοι οἱ τούτων πάντων
34.3.1
αἴτιοι τυγχάνοντες. καὶ σπουδάσατε ὡς σπλάγχνα ἔχοντες οἰκτιρμοῦ
34.3.2
διορθώσασθαι, ὡς προεῖπον, τὰ παρὰ κανόνα γενόμενα, ἵνα, εἰ καί τι προελήφθη,
34.3.3
τοῦτο τῇ ὑμετέρᾳ σπουδῇ θεραπευθῇ. καὶ μὴ γράφητε ὅτι «τὴν Μαρκέλλου καὶ
34.3.4
Ἀθανασίου ἢ τὴν ἡμῶν ἑλοῦ κοινωνίαν», οὐ γὰρ εἰρήνης, ἀλλὰ φιλονεικίας καὶ
34.3.5
μισαδελφίας τὰ τοιαῦτα γνωρίσματα. διὰ τοῦτο οὖν κἀγὼ τὰ προειρημένα ἔγραψα,
34.3.6
ἵνα μαθόντες ὅτι οὐκ ἀδίκως ἐδεξάμεθα 34. 4 αὐτούς, παύσησθε τῆς τοιαύτης ἔριδος.
34.3.7
εἰ μὲν γὰρ ἐλθόντων ὑμῶν ἦσαν καταγνω σθέντες, εἰ μὴ εὐλόγους ἀποδείξεις ἔχειν
34.3.8
ἐφαίνοντο ὑπὲρ ἑαυτῶν, καλῶς ἂν τὰ τοιαῦτα γεγραφήκειτε· ἐπειδὴ δέ, ὡς
34.3.9
προεῖπον, κανονικῶς καὶ οὐκ ἀδίκως τὴν πρὸς αὐτοὺς ἔσχομεν κοινωνίαν,
34.3.10
παρακαλῶ ὑπὲρ Χριστοῦ, μὴ ἐπιτρέψητε διασχισθῆναι τὰ μέλη τοῦ Χριστοῦ 34. 5
34.3.11
μηδὲ τοῖς προλήμμασι πιστεύσητε, ἀλλὰ τὴν τοῦ κυρίου εἰρήνην προτιμήσατε. οὐ
34.3.12
γὰρ ὅσιον οὐδὲ δίκαιον δι' ὀλίγων μικροψυχίαν τοὺς μὴ καταγνωσθέντας
34.3.13
ἀπορρίπτειν καὶ «λυπεῖν ἐν τούτῳ τὸ πνεῦμα»· εἰ δὲ νομίζετε δύνασθαί τινα κατ'
34.3.14
αὐτῶν ἀποδεῖξαι καὶ εἰς πρόσωπον αὐτοὺς ἐλέγξαι, ἐλθέτωσαν οἱ βουλόμενοι.
34.3.15
ἑτοίμους γὰρ ἑαυτοὺς καὶ αὐτοὶ εἶναι ἐπηγγείλαντο, ὥστε καὶ ἀποδεῖξαι καὶ
34.3.16
διελέγξαι, περὶ ὧν ἡμῖν ἀπήγγειλαν.

Intertext edge

Open linked passage

Note