Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
36.1.1
Ταῦτα τῆς ἐν Ῥώμῃ συνόδου γραψάσης διὰ Ἰουλίου τοῦ ἐπισκόπου
36.1.2
Ῥώμης, ἐπειδὴ πάλιν ἠναισχύντουν οἱ περὶ Εὐσέβιον τάς τε ἐκκλησίας ἐτάραττον
36.1.3
καὶ πολλοῖς ἐπεβούλευον, μαθόντες οἱ θεοφιλέστατοι βασιλεῖς Κωνστάντιος καὶ
36.1.4
Κώνστανς ἐκέλευσαν τούς τε ἀπὸ τῆς Δύσεως καὶ τῆς Ἀνατολῆς ἐπισκόπους
36.1.5
συνελθεῖν εἰς τὴν Σερδῶν πόλιν. 36. 2 ὁ μὲν οὖν Εὐσέβιος ἐν τῷ μεταξὺ τετελεύτηκε,
36.1.6
πλείστων δὲ πανταχόθεν συνελθόντων, ἡμεῖς μὲν προεκαλούμεθα τοὺς κοινωνοὺς
36.1.7
τῶν περὶ Εὐσέβιον εἰς κρίσιν, ἐκεῖνοι δὲ πρὸ ὀφθαλμῶν ἔχοντες ἃ ἔπραξαν καὶ
36.1.8
βλέποντες τοὺς ἀνελθόντας κατηγόρους αὐτῶν ἐφο βοῦντο τὴν κρίσιν· καὶ γὰρ
36.1.9
πάντων καθαρῶς ἀπαντησάντων αὐτοὶ πάλιν ἐπήγοντο μεθ' ἑαυτῶν κόμητας
36.1.10
Μουσωνιανὸν καὶ Ἡσύχιον τὸν καστρίσιον, ἵν', ὥσπερ εἰώθεισαν, 36. 3 τῇ ἐκείνων
36.1.11
ἐξουσίᾳ ταῦθ' ἅπερ ἐβούλοντο πράξωσιν. ἐπειδὴ δὲ χωρὶς κομήτων ἡ σύνοδος ἦν καὶ
36.1.12
στρατιώτης οὐδεὶς ἐγίνετο μέσος, ἐταράχθησαν πληγέντες ὑπὸ τοῦ συνειδότος.
36.1.13
οὐκέτι γὰρ ὡς ἤθελον ἐκρίνοντο, ἀλλ' ὡς ὁ τῆς ἀληθείας ἀπῄτει λόγος. ἐπὶ πολὺ
36.1.14
τοίνυν ἡμῶν προκαλουμένων καὶ τῆς συνόδου τῶν ἐπισκόπων προκαλούσης αὐτοὺς
36.1.15
καὶ λεγούσης· «ἤλθετε κριθῆναι, διὰ τί τοίνυν ἐλθόντες ὑποποδίζετε; ἐχρῆν γὰρ
36.1.16
ὑμᾶς ἢ μὴ ἐλθεῖν ἢ ἐλθόντας μὴ κρύπτεσθαι· τοῦτο γὰρ ὑμῖν φέρει μεγίστην
36.1.17
κατάγνωσιν. ἰδοὺ πάρεισιν οἱ περὶ Ἀθανάσιον, οὓς ἀπόντας διεβάλλετε, ἵν', εἴ τι
36.1.18
νομίζετε ἔχειν, δι ελέγξητε τούτους παρόντας, εἰ δὲ μὴ δύνασθε, προσποιεῖσθε δὲ μὴ
36.1.19
βούλεσθαι, δῆλοί 36. 4 ἐστε συκοφάνται, καὶ ταύτην ὑμῖν ἡ σύνοδος δώσει τὴν
36.1.20
κρίσιν.» οἱ δὲ ταῦτα ἀκούσαντες καὶ καταγινώσκοντες ἑαυτῶν (ᾔδεισαν γὰρ ἃ
36.1.21
ἔπραξαν καὶ ἐπλάσαντο καθ' ἡμῶν) ἠσχύν θησαν ἀπαντῆσαι πολλὴν καὶ ἀπρεπῆ
36.1.22
καθ' ἑαυτῶν τὴν συκοφαντίαν ἐλέγξαντες. ἡ τοίνυν ἁγία σύνοδος καταγνοῦσα τῆς
36.1.23
ἀπρεποῦς καὶ ὑπόπτου φυγῆς ἐκείνων ἐδέξατο ἡμᾶς 36. 5 εἰς ἀπολογίαν.
36.1.24
διηγησαμένων δὲ ἡμῶν διὰ μαρτύρων καὶ ἀποδείξεων τὰ πραχθέντα καθ' ἡμῶν
36.1.25
ἐθαύμασαν καὶ ἅπαντες ἐπέγνωσαν ὅτι διὰ τοῦτο εἰκότως ἐφοβήθησαν τὴν σύνοδον,
36.1.26
ἵνα μὴ εἰς πρόσωπον ἐλεγχθῶσιν, ἔλεγόν τε «ἴσως νομίζοντες μὴ παραγίνεσθαι τοὺς
36.1.27
περὶ Ἀθανάσιον ἀπήντησαν ἀπὸ τῆς Ἀνατολῆς, ὅπου γε ἰδόντες αὐτοὺς
36.1.28
ζομένους καὶ προκαλουμένους τὴν κρίσιν φεύγουσιν». ἡμᾶς μὲν οὖν ἀπεδέξαντο ὡς
36.1.29
ἀδικηθέντας καὶ μάτην διαβληθέντας καὶ ἐκύρωσαν ἔτι μᾶλλον εἰς ἡμᾶς τήν τε
36.1.30
κοινωνίαν καὶ ἀγάπην, τοὺς δὲ κοινωνοὺς καὶ ἀναιδεστέρους γενομένους τῆς
36.1.31
Εὐσεβίου κακουργίας καθεῖλον, Θεόδωρον ἀπὸ Ἡρακλείας, Νάρκισσον ἀπὸ
36.1.32
Νερωνιάδος, Ἀκάκιον ἀπὸ Καισαρείας, Στέφανον ἀπὸ Ἀντιοχείας καὶ Οὐρσάκιον καὶ
36.1.33
Οὐάλεντα ἀπὸ Παννονίας καὶ Μηνό φαντον ἀπὸ Ἐφέσου καὶ Γεώργιον ἀπὸ
36.1.34
Λαοδικείας. καὶ ἔγραψαν τοῖς ἁπανταχοῦ τῆς οἰκουμένης ἐπισκόποις καὶ τῇ ἑκάστου
36.1.35
τῶν ἀδικηθέντων παροικίᾳ ταῦτα·
36.1.36
37. τ Ἐπιστολὴ τῆς ἐν Σαρδικῇ συναχθείσης συνόδου