Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
37.1.1
Ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν ἐν Σαρδικῇ συναχθεῖσα ἀπὸ Ῥώμης
37.1.2
καὶ Σπανίων Γαλλίων Ἰταλίας Καμπανίας Καλαβρίας Ἀπουλίας Ἀφρικῆς Σαρδανίας
37.1.3
Παννονίω Μυσίων Δακίας Νωρίκου Σισκίας Δαρδανίας ἄλλης Δακίας Μακεδονίας
37.1.4
Θεσσαλίας Ἀχαίας Ἠπείρων Θρᾴκης καὶ Ῥοδόπης καὶ Παλαιστίνης καὶ Ἀραβίας καὶ
37.1.5
Κρήτηκαὶ Αἰγύπτου πρεσβυτέροις καὶ διακόνοις καὶ πάσῃ τῇ ἁγίᾳ ἐκκλησίᾳ τοῦ θεοῦ
37.1.6
τῇ ἐν Ἀλεξανδρείᾳ παροικούσῃ, ἀγαπητοῖς ἀδελφοῖς, ἐν κυρίῳ χαίρειν. 37. 2 Καὶ πρὶν
37.1.7
μὲν λαβεῖν ἡμᾶς τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν οὐκ ἠγνοοῦμεν, ἀλλὰ καὶ
37.1.8
φανερὸν ἡμῖν ἦν, ὡς ὅτι οἱ τῆς δυσωνύμου τῶν Ἀρειανῶν αἱρέσεως προστάται
37.1.9
πολλὰ καὶ δεινά, μᾶλλον δὲ καὶ ἐπ' ὀλέθρῳ τῆς ἑαυτῶν ψυχῆς ἢ κατὰ τῆς ἐκκλησίας
37.1.10
ἐμηχανῶντο. 37. 3 αὕτη γὰρ ἦν αὐτῶν τέχνη καὶ πανουργία, ταύτης ἀεὶ τῆς
37.1.11
θανατηφόρου γεγόνασι προ θέσεως, ὅπως πάντας τοὺς ὁποιδήποτε τυγχάνοντας τῆς
37.1.12
ὀρθῆς δόξης καὶ τὴν τῆς καθολικῆς ἐκκλησίας διδασκαλίαν κατέχοντας τὴν παρὰ
37.1.13
τῶν πατέρων αὐτοῖς παρα δοθεῖσαν σπουδάζειν ἐλαύνειν καὶ διώκειν. τοὺς μὲν γὰρ
37.1.14
πλαστοῖς ἐγκλήμασιν ὑπέβαλλον, 37. 4 ἄλλους εἰς ἐξορισμὸν ἀπέστελλον, ἄλλους ἐν
37.1.15
αὐταῖς ταῖς τιμωρίαις κατεπόνουν. ἀμέλει καὶ τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου ἡμῶν
37.1.16
Ἀθανασίου τὴν καθαρότητα βίᾳ καὶ τυραννίδι συλλαβέσθαι ἐσπούδασαν, καὶ διὰ
37.1.17
τοῦτο οὔτε ἐπιμελὴς οὔτε μετὰ πίστεως οὔθ' ὅλως δικαία γέγονεν ἡ παρ' ἐκείνων
37.1.18
κρίσις. διόπερ οὐδὲ θαρροῦντες οἷς ἐδραματούργησαν οὐδὲ οἷς ἐθρύλησαν κατ'
37.1.19
αὐτοῦ, ἀλλὰ καὶ θεωροῦντες, ὡς οὐ δύνανται περὶ τούτων ἀπο δείξεις ἔχειν ἀληθεῖς,
37.1.20
παρόντες εἰς τὴν Σερδῶν πόλιν οὐκ ἠθέλησαν εἰς τὴν σύνοδον πάντων 37. 5 τῶν
37.1.21
ἁγίων ἐπισκόπων ἀπαντῆσαι. ἐκ δὴ τούτου φανερὰ καὶ δικαία καθέστηκεν ἡ κρίσις
37.1.22
τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου ἡμῶν Ἰουλίου. οὐ γὰρ ἀσκεπτὶ βεβούλευται, ἀλλὰ
37.1.23
καὶ μετ' ἐπιμελείας ὥρισεν, ὥστε μηδὲ ὅλως διστάσαι περὶ τῆς κοινωνίας τοῦ
37.1.24
ἀδελφοῦ ἡμῶν Ἀθανασίου. εἶχε γὰρ ἐπισκόπων ὀγδοήκοντα ἀληθεῖς μάρτυρας, εἶχε
37.1.25
καὶ τοῦτο δίκαιον, ὅτι διὰ τῶν ἀγαπητῶν ἀδελφῶν ἡμῶν τῶν πρεσβυτέρων ἑαυτοῦ
37.1.26
καὶ διὰ γραμ μάτων μεθώδευσε τοὺς περὶ Εὐσέβιον τοὺς οὐκ ἐπὶ κρίσει, ἀλλ' ἐπὶ βίᾳ
37.1.27
μᾶλλον ἐπερειδο μένους. ὅθεν οἱ πανταχοῦ πάντες ἐπίσκοποι τὴν κοινωνίαν
37.1.28
Ἀθανασίου ἐβεβαίωσαν διὰ 37. 6 τὴν καθαρότητα αὐτοῦ. κἀκεῖνο δὲ ὑμῶν ἡ ἀγάπη
37.1.29
συνοράτω. ἐπειδὴ εἰς τὴν ἁγίαν σύνοδον τὴν ἐν Σαρδικῇ συναχθεῖσαν παρεγένετο,
37.1.30
τότε δή, καθὰ προείπομεν, καὶ διὰ γραμμάτων καὶ διὰ ἀγράφων ἐντολῶν
37.1.31
ὑπεμνήσθησαν οἱ τῆς Ἑῴας καὶ ἐκλήθησαν παρ' ἡμῶν ὥστε παρεῖναι. ἀλλ' ἐκεῖνοι
37.1.32
ὑπὸ τῆς συνειδήσεως καταγινωσκόμενοι ἀπρεπέσι χρώμενοι προφάσεσι φυγοδικεῖν
37.1.33
ἤρξαντο. ἠξίουν γὰρ τὸν ἀθῶον ὡς ὑπεύθυνον ἀπὸ τῆς ἡμετέρας κοινωνίας
37.1.34
ἐκβάλλεσθαι οὐ συνορῶντες ὡς ἀπρεπές, μᾶλλον δὲ ἀδύνατον ἦν 37. 7 τοῦτο. καὶ τὰ
37.1.35
ὑπομνήματα δὲ τὰ ἐν τῷ Μαρεώτῃ γενόμενα ὑπὸ παμπονήρων καὶ ἐξωλεστάτων
37.1.36
τινῶν νεωτέρων, οἷς οὐκ ἄν τις ἐπίστευσεν οὐδὲ τὸν τυχόντα βαθμὸν τοῦ κλήρου,
37.1.37
συνέστηκε κατὰ μονομέρειαν πεπράχθαι. οὔτε γὰρ ὁ ἀδελφὸς ἡμῶν Ἀθανάσιος ὁ
37.1.38
ἐπίσκοπος οὔτε Μακάριος ὁ πρεσβύτερος ὁ κατηγορούμενος ὑπ' αὐτῶν παρῆν. καὶ
37.1.39
ὅμως ἡ παρ' αὐτῶν ἐρώτησις, μᾶλλον δὲ ὑποβολὴ ἡ γενομένη πάσης αἰσχύνης ἦν
37.1.40
μεστή. πῆ μὲν γὰρ ἐθνικοί, πῆ δὲ κατηχούμενοι ἠρωτῶντο, οὐχ ἵνα ἅπερ ἴσασιν
37.1.41
εἴπωσιν, ἀλλ' ἵνα 37. 8 ἅπερ παρ' αὐτῶν μεμαθήκασι ψεύσωνται. καὶ γὰρ καὶ ὑμῶν
37.1.42
τῶν πρεσβυτέρων φροντιζόντων ἐπὶ τῇ ἀπουσίᾳ τοῦ ὑμετέρου ἐπισκόπου καὶ
37.1.43
βουλομένων παρεῖναι ἐπὶ τῇ ἐξετάσει καὶ τὴν ἀλήθειαν δεῖξαι καὶ τὰ ψευδῆ
37.1.44
διελέγξαι οὐδεὶς λόγος γέγονεν· οὐκ 37. 9 ἐπέτρεψαν γὰρ ὑμᾶς παρεῖναι, ἀλλὰ καὶ
37.1.45
μεθ' ὕβρεως ἐξέβαλον. καὶ εἰ καὶ τὰ μάλιστα φανερὰ πᾶσι καθέστηκε καὶ ἐκ τούτων
37.1.46
ἡ συκοφαντία, ὅμως ἀναγινωσκομένων τῶν ὑπο μνημάτων εὕρομεν αὐτὸν τὸν
37.1.47
παμπόνηρον Ἰσχύραν τὸν ἐπὶ τῇ συκοφαντίᾳ μισθὸν παρ' αὐτῶν λαβόντα τὸ δοκοῦν
37.1.48
ὄνομα τῆς ἐπισκοπῆς διελέγχοντα ἑαυτοῦ τὴν συκο φαντίαν. αὐτὸς γὰρ ὁ Ἰσχύρας ἐν
37.1.49
αὐτοῖς τοῖς ὑπομνήμασι διελάλησε κατ' ἐκείνην τὴν ὥραν, ἐν ᾗ Μακάριον
37.1.50
ἐληλυθέναι εἰς τὸ κελλίον ἑαυτοῦ διεβεβαιοῦτο, νοσοῦντα τότε κατακεῖσθαι ἑαυτόν,
37.1.51
καίτοι τῶν περὶ Εὐσέβιον γράψαι τολμησάντων ἑστάναι τότε τὸν Ἰσχύραν καὶ
37.1.52
προσφέρειν, ὅτε Μακάριος ἐπέστη.

Intertext edge

Open linked passage

Note