Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
38.1.1
Κἀκείνη δὲ πᾶσι φανερὰ καθέστηκεν ἡ συκοφαντία καὶ διαβολή, ἣν
38.1.2
ᾐτιάσαντο μετὰ ταῦτα. ἔφασαν γὰρ καὶ κατεβόησαν φόνον δεδρακέναι τὸν
38.1.3
Ἀθανάσιον, καὶ [ὡς] Ἀρσένιόν τινα Μελιτιανὸν ἐπίσκοπον ἀνῃρηκέναι, ἐφ' ᾧ
38.1.4
προσποιητῷ στεναγμῷ καὶ πεπλασμένοις δάκρυσιν ὑπεκρίνοντο καὶ ἠξίουν τοῦ
38.1.5
ζῶντος ὡς τεθνηκότος τὸ σῶμα ἀποδοθῆναι. ἀλλ' οὐκ ἄγνωστα γέγονε τὰ
38.1.6
σοφίσματα τούτων. ἔγνωσαν γὰρ ἅπαντες 38. 2 ζῆν τὸν ἄνθρωπον καὶ ἐν τοῖς ζῶσιν
38.1.7
ἐξετάζεσθαι. καὶ ἐπειδὴ ἑώρων ἑαυτοὺς οἱ πρὸς πάντα εὐχερεῖς διελεγχομένους ἐπὶ
38.1.8
τοῖς ψεύσμασι τούτοις (αὐτὸς γὰρ ζῶν ὁ Ἀρσένιος ἐδείκνυεν ἑαυτὸν μὴ ἀνῃρῆσθαι
38.1.9
μηδὲ τεθνηκέναι), ὅμως οὐχ ἡσύχασαν, ἀλλ' ἑτέρας συκο φαντίας πρὸς ταῖς
38.1.10
προτέραις συκοφαντίαις ἐπεζήτουν, ἵνα πάλιν μηχανησάμενοι διαβά 38. 3 λωσι τὸν
38.1.11
ἄνθρωπον. τί οὖν, ἀγαπητοί; οὐκ ἐταράχθη ὁ ἀδελφὸς ἡμῶν Ἀθανάσιος, ἀλλὰ πάλιν
38.1.12
πολλῇ παρρησίᾳ χρώμενος προεκαλεῖτο καὶ ἐπὶ τούτοις αὐτούς. καὶ ἡμεῖς δὲ
38.1.13
ηὐχόμεθα καὶ προετρεπόμεθα ἐλθεῖν αὐτοὺς εἰς τὴν κρίσιν καί, εἴπερ δύνανται,
38.1.14
διελέγξαι. ὢ τῆς πολλῆς πλεονεξίας· ὢ τῆς δεινῆς ὑπερηφανίας· μᾶλλον δέ, εἰ δεῖ
38.1.15
τἀληθὲς εἰπεῖν, ὢ 38. 4 κακῆς καὶ ὑπευθύνου συνειδήσεως. τοῦτο γὰρ πᾶσι
38.1.16
πεφανέρωται. ὅθεν, ἀγαπητοὶ ἀδελφοί, ὑπομιμνήσκομεν καὶ προτρεπόμεθα ὑμᾶς πρὸ
38.1.17
πάντων τὴν ὀρθὴν πίστιν τῆς κα θολικῆς ἐκκλησίας κατέχειν. πολλὰ μὲν γὰρ καὶ
38.1.18
δεινὰ καὶ χαλεπὰ πεπόνθατε, πολλὰς δὲ ὕβρεις καὶ ἀδικίας ὑπέμεινεν ἡ καθολικὴ
38.1.19
ἐκκλησία, ἀλλ' «ὁ ὑπομείνας εἰς τέλος οὗτος σω θήσεται». διόπερ κἂν ἔτι ποιεῖν
38.1.20
τολμήσωσι καθ' ὑμῶν, ἡ θλῖψις ἀντὶ χαρᾶς ὑμῖν ἔστω· τὰ γὰρ τοιαῦτα παθήματα
38.1.21
μέρος ἐστὶ μαρτυρίου καὶ αἱ τοιαῦται ὑμῶν ὁμολογίαι καὶ αἱ βάσανοι οὐκ ἄμισθοι
38.1.22
τυγχάνουσιν, ἀλλ' ἀπολήψεσθε παρὰ τοῦ θεοῦ τὰ ἔπαθλα. 38. 5 διότι μάλιστα
38.1.23
ἀγωνίζεσθε ὑπὲρ τῆς ὑγιαινούσης πίστεως καὶ τῆς καθαρότητος τοῦ ἐπι σκόπου
38.1.24
ὑμῶν Ἀθανασίου τοῦ συλλειτουργοῦ ἡμῶν. καὶ γὰρ οὐδὲ ἡμεῖς παρεσιωπή σαμεν
38.1.25
οὐδὲ ἠμελήσαμεν τῆς ὑμῶν ἀμεριμνίας χάριν, ἀλλ' ἐφροντίσαμεν καὶ πεποιήκαμεν,
38.1.26
ἅπερ ὁ τῆς ἀγάπης λόγος ἀπαιτεῖ. συμπάσχομεν γὰρ τοῖς πάσχουσιν ἀδελφοῖς ἡμῶν,
38.1.27
καὶ τὰ ἐκείνων παθήματα ἴδια ἡγούμεθα· [καὶ τοῖς δάκρυσιν ὑμῶν τὰ ἡμέτερα
38.1.28
δάκρυα συνεμίξαμεν, οὐχ ὑμεῖς δὲ μόνοι πεπόνθατε, ἀδελφοί, ἀλλὰ καὶ πολλοὶ
38.1.29
ἄλλοι συλλειτουργοὶ ἡμῶν ταῦτα ἐλθόντες ἀπωδύραντο.