Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
40.1.1
Ἐπειδὴ δὲ ἔγνωμεν ὅτι καὶ Ἀφθόνιος καὶ Ἀθανάσιος ὁ Καπίτωνος καὶ
40.1.2
Παῦλος καὶ Πλουτίων οἱ συμπρεσβύτεροι ἡμῶν συσκευὴν καὶ αὐτοὶ πεπόνθασιν ὑπὸ
40.1.3
τῶν περὶ Εὐσέβιον, ὥστε τοὺς μὲν ἐξορισμοῦ πειραθῆναι, τοὺς δὲ καὶ θανάτων
40.1.4
ἀπειλὰς διαπεφευγέναι, τούτου ἕνεκεν καὶ περὶ τούτου δηλῶσαι ὑμῖν ἀναγκαῖον
40.1.5
ἡγησάμεθα, ἵνα γινώσκητε ὅτι καὶ τούτους ἀπεδεξάμεθα καὶ ἀθώους ἀπελύσαμεν
40.1.6
εἰδότες ὅτι πάντα τὰ παρὰ τῶν περὶ Εὐσέβιον κατὰ τῶν ὀρθοδόξων γενόμενα ἐπὶ
40.1.7
δόξῃ καὶ συστάσει τῶν συσκευασθέντων 40. 2 ὑπ' αὐτῶν γέγονεν. ἔπρεπε μὲν οὖν τὸν
40.1.8
ὑμέτερον ἐπίσκοπον, τὸν συλλειτουργὸν ἡμῶν Ἀθανάσιον, περὶ αὐτῶν ὡς περὶ ἰδίων
40.1.9
ὑμῖν δηλῶσαι, ἐπειδὴ δὲ ὑπὲρ πλείονος μαρτυρίας καὶ τὴν ἁγίαν σύνοδον ἠθέλησεν
40.1.10
ὑμῖν γράψαι, διὰ τοῦτο οὐκ ἀνεβαλλόμεθα, ἀλλὰ καὶ σημᾶναι ὑμῖν ἐσπουδάσαμεν,
40.1.11
ἵν' ὥσπερ ἡμεῖς οὕτως καὶ ὑμεῖς αὐτοὺς ἀπο δέξησθε. ἄξιοι γὰρ καὶ αὐτοὶ ἐπαίνου,
40.1.12
ὅτι διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν καὶ αὐτοὶ ἠξιώ 40. 3 θησαν παρὰ τῶν αἱρετικῶν
40.1.13
ὕβριν ὑπομεῖναι. [τίνα δέ ἐστι τὰ παρὰ τῆς ἁγίας συνόδου δογματισθέντα κατὰ
40.1.14
Θεοδώρου καὶ Ναρκίσσου καὶ Στεφάνου καὶ Ἀκακίου καὶ Μηνοφάντου καὶ
40.1.15
Οὐρσακίου καὶ Οὐάλεντος καὶ Γεωργίου, τῶν προισταμένων τῆς ἀρειανῆς αἱρέσεως
40.1.16
καὶ πλημμελησάντων καθ' ὑμῶν καὶ κατὰ τῶν ἄλλων ἐκκλησιῶν, γνώσεσθε ἐκ τῶν
40.1.17
ὑπο τεταγμένων. ἀπεστείλαμεν γὰρ ὑμῖν, ἵνα καὶ ἡ ὑμετέρα θεοσέβεια σύμψηφος
40.1.18
τοῖς παρ' ἡμῶν ὁρισθεῖσι γένηται καὶ ἐκ τούτων γνῶτε ὅτι ἡ καθολικὴ ἐκκλησία οὐ
40.1.19
παρορᾷ τοὺς εἰς αὐτὴν πλημμελοῦντας.]