Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
43.1.1
Ἔφυγον γάρ, ἀγαπητοὶ ἀδελφοί, οὐ μόνον διὰ τὴν τούτων συκοφαντίαν,
43.1.2
ἀλλ' ὅτι καὶ τοὺς ἐπὶ διαφόροις ἐγκαλοῦντας αὐτοῖς ἐθεώρουν ἀπαντήσαντας. δεσμὰ
43.1.3
γὰρ ἦν καὶ σίδηρα προφερόμενα· ἀπ' ἐξοριστίας ἐπανελθόντες ἄνθρωποι καὶ παρὰ
43.1.4
τῶν ἔτι κατεχομένων εἰς ἐξοριστίαν ἐλθόντες ἦσαν συλλειτουργοί, συγγενεῖς καὶ
43.1.5
φίλοι δὲ τῶν δι' αὐτῶν ἀποθανόντων παρεγένοντο. καὶ τὸ μέγιστον, ἐπίσκοποι
43.1.6
παρῆσαν, ὧν ὁ μὲν τὰ σίδηρα καὶ τὰς ἁλύσεις προέφερεν, ἃς δι' αὐτοὺς ἐφόρεσεν, οἱ
43.1.7
δὲ τὸν ἐκ τῆς διαβολῆς 43. 2 αὐτῶν θάνατον ἐμαρτύραντο. εἰς τοσοῦτον γὰρ ἔφθασαν
43.1.8
ἀπονοίας, ὡς καὶ ἐπισκό πους ἐπιχειρεῖν ἀνελεῖν, καὶ ἀνεῖλον ἄν, εἰ μὴ ἐξέφυγον τὰς
43.1.9
χεῖρας αὐτῶν.† ἀπέθανεν οὖν ὁ συλλειτουργὸς ἡμῶν ὁ μακαρίτης Θεόδουλος
43.1.10
φεύγων αὐτῶν τὴν διαβολήν, κεκέλευστο γὰρ ἐκ διαβολῆς αὐτῶν ἀποθανεῖν. ἄλλοι
43.1.11
δὲ πληγὰς ξιφῶν ἐπεδείκνυντο, ἄλλοι δὲ λιμὸν 43. 3 ὑπομεμενηκέναι παρ' αὐτῶν
43.1.12
ἀπωδύροντο. καὶ ταῦτα οὐχ οἱ τυχόντες ἐμαρτύρουν ἄνθρω ποι, ἀλλ' ἐκκλησίαι ὅλαι
43.1.13
ἦσαν, ὑπὲρ ὧν οἱ ἀπαντήσαντες καὶ πρεσβεύοντες ἐδίδασκον στρα τιώτας ξιφήρεις,
43.1.14
ὄχλους μετὰ ῥοπάλων, δικαστῶν ἀπειλάς, πλαστῶν γραμμάτων ὑπο βολάς
43.1.15
(ἀνεγνώσθη γὰρ γράμματα τῶν περὶ Θεόγνιον πλαττομένων κατὰ τῶν συλ
43.1.16
λειτουργῶν ἡμῶν Ἀθανασίου καὶ Μαρκέλλου καὶ Ἀσκληπᾶ, ἵνα καὶ βασιλέας κατ'
43.1.17
αὐτῶν κινήσωσι, καὶ ταῦτα ἤλεγξαν οἱ γενόμενοι τότε διάκονοι Θεογνίου), πρὸς
43.1.18
τούτων παρθένων γυμνώσεις, ἐμπρησμοὺς ἐκκλησιῶν, φυλακὰς κατὰ τῶν
43.1.19
λειτουργῶν, καὶ ταῦτα πάντα δι' οὐδὲν ἕτερον ἢ διὰ τὴν δυσώνυμον αἵρεσιν τῶν
43.1.20
Ἀρειομανιτῶν. οἱ γὰρ 43. 4 παραιτούμενοι τὴν πρὸς τούτους κοινωνίαν ἀνάγκην
43.1.21
εἶχον πειρᾶσθαι τούτων. ταῦτα τοίνυν συνορῶντες εἰς στενὸν εἶχον τὰ τῆς
43.1.22
προαιρέσεως· ᾐσχύνοντο μὲν γὰρ ὁμολογεῖν ἃ δεδράκασι, διὰ δὲ τὸ μὴ δύνασθαι
43.1.23
λοιπὸν ταῦτα κρύπτεσθαι ἀπήντησαν εἰς τὴν Σερδῶν πόλιν, ἵνα διὰ τῆς ἀφίξεως
43.1.24
ὑπόνοιαν ὡς μὴ πλημμελήσαντες δόξωσιν ἀποφέρεσθαι. 43. 5 ἰδόντες δὲ τοὺς παρ'
43.1.25
αὐτῶν συκοφαντηθέντας καὶ τοὺς παρ' αὐτῶν παθόντας, τοὺς κατηγόρους, τοὺς
43.1.26
ἐλέγχους πρὸ ὀφθαλμῶν ἔχοντες ἐλθεῖν οὐκ ἐβούλοντο κληθέντες, καίτοι τῶν
43.1.27
συλλειτουργῶν ἡμῶν Ἀθανασίου καὶ Μαρκέλλου καὶ Ἀσκληπᾶ πολλῇ τῇ παρρησίᾳ
43.1.28
χρωμένων, ἀποδυρομένων καὶ ἐπικειμένων καὶ προκαλουμένων αὐτοὺς καὶ
43.1.29
ἐπαγγελ λομένων μὴ μόνον ἐλέγχειν τὴν συκοφαντίαν, ἀλλὰ καὶ δεικνύναι, ὅσα
43.1.30
κατὰ τῶν ἐκκλη 43. 6 σιῶν αὐτῶν ἐπλημμέλησαν. οἱ δὲ τοσούτῳ φόβῳ τοῦ
43.1.31
συνειδότος κατεσχέθησαν, ὡς φεύγειν αὐτοὺς καὶ διὰ τῆς φυγῆς τὴν συκοφαντίαν
43.1.32
ἑαυτῶν ἐλέγξαι καὶ ἅπερ ἐπλημ μέλησαν, διὰ τὸν δρασμὸν ὁμολογῆσαι.

Intertext edge

Open linked passage

Note