Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
44.1.1
Εἰ καὶ τὰ μάλιστα τοίνυν οὐ μόνον ἐκ τῶν προτέρων, ἀλλὰ καὶ ἐκ
44.1.2
τούτων αὐτῶν ἡ κακοτροπία δείκνυται καὶ συκοφαντία, ὅμως ἵνα μηδὲ ἐκ τῆς φυγῆς
44.1.3
πρόφασίν τινα ἑτέρας κακουργίας πορίσασθαι δυνηθῶσιν, ἐσκεψάμεθα κατὰ τὸν τῆς
44.1.4
ἀληθείας λόγον 44. 2 τὰ παρ' ἐκείνων δραματουργηθέντα ἐξετάσαι. καὶ τοῦτο
44.1.5
προθέμενοι εὕρομεν αὐτοὺς καὶ ἐκ τῶν πραχθέντων συκοφάντας καὶ μηδὲν ἕτερον ἢ
44.1.6
ἐπιβουλὴν κατὰ τῶν συλλειτουρ γῶν ἡμῶν πεποιηκότας. ὃν γὰρ ἔλεγον παρὰ
44.1.7
Ἀθανασίου πεφονεῦσθαι Ἀρσένιον, οὗτος ζῇ καὶ ἐν τοῖς ζῶσιν ἐξετάζεται· ἀπὸ δὲ
44.1.8
τούτου καὶ τὰ περὶ τῶν ἄλλων θρυληθέντα παρ' αὐτῶν φαίνεται πλάσματα. ἐπειδὴ
44.1.9
δὲ καὶ περὶ ποτηρίου ἐθρύλουν, ὡς θλασθέντος παρὰ Μακαρίου τοῦ πρεσβυτέρου
44.1.10
Ἀθανασίου, ἐμαρτύρησαν μὲν οἱ παραγενόμενοι ἀπὸ τῆς 44. 3 Ἀλεξανδρείας καὶ
44.1.11
Μαρεώτου καὶ τῶν τόπων, ὅτι μηδὲν τούτων πέπρακται. καὶ οἱ ἐπίσκοποι δὲ
44.1.12
γράφοντες οἱ ἀπὸ τῆς Αἰγύπτου πρὸς Ἰούλιον τὸν συλλειτουργὸν ἡμῶν ἱκανῶς
44.1.13
διεβεβαιοῦντο μηδὲ ὑπόνοιαν ὅλως τοιαύτην ἐκεῖ γεγενῆσθαι. ἄλλως τε ἃ λέ 44. 4
44.1.14
γουσιν ὑπομνήματα ἔχειν κατ' αὐτοῦ, κατὰ μονομέρειαν συνέστηκε γεγενῆσθαι. καὶ
44.1.15
ὅμως καὶ ἐν τοῖς ὑπομνήμασι τούτοις ἐθνικοὶ καὶ κατηχούμενοι ἠρωτῶντο, ἐξ ὧν εἷς
44.1.16
κατη χούμενος ἐρωτώμενος ἔφασκεν ἔνδον εἶναι, ὅτε ὁ Μακάριος ἐπέστη τῷ τόπῳ,
44.1.17
καὶ ἕτερος ἐρωτώμενος ἔλεγε τὸν θρυλούμενον παρ' αὐτῶν Ἰσχύραν νοσοῦντα τότε
44.1.18
κατακεῖσθαι ἐν κελλίῳ, ὡς ἀπὸ τούτου φαίνεσθαι μηδόλως γεγενῆσθαί τι τῶν
44.1.19
μυστηρίων διὰ τὸ τοὺς κατηχουμένους ἔνδον εἶναι καὶ τὸν Ἰσχύραν μὴ παρεῖναι,
44.1.20
ἀλλὰ νοσοῦντα κατακεῖσθαι. 44. 5 καὶ γὰρ καὶ αὐτὸς ὁ παμπόνηρος Ἰσχύρας
44.1.21
ψευσάμενος ἐπὶ τῷ εἰρηκέναι κεκαυκέναι τὸν Ἀθανάσιόν τινα τῶν θείων βιβλίων
44.1.22
καὶ διελεγχθεὶς ὡμολόγησε κατ' ἐκεῖνο καιροῦ νοσεῖν, ὅτε Μακάριος παρῆν, καὶ
44.1.23
κατακεῖσθαι, ὡς καὶ ἐκ τούτου συκοφάντην αὐτὸν εἶναι. ἀμέλει τῆς συκοφαντίας
44.1.24
ταύτης μισθὸν αὐτῷ τῷ Ἰσχύρᾳ δεδώκασιν ἐπισκοπῆς ὄνομα τῷ μηδὲ 44. 6
44.1.25
πρεσβυτέρῳ τυγχάνοντι. ἀπαντήσαντες γὰρ δύο πρεσβύτεροι σὺν Μελιτίῳ ποτὲ
44.1.26
γενόμενοι, ὕστερον δὲ ὑπὸ τοῦ μακαρίτου Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου
44.1.27
Ἀλεξανδρείας δεχθέντες καὶ νῦν σὺν Ἀθανασίῳ ὄντες ἐμαρτύρησαν μηδεπώποτε
44.1.28
τοῦτον πρεσ βύτερον Μελιτίου γεγενῆσθαι μηδὲ ὅλως ἐσχηκέναι Μελίτιον εἰς τὸν
44.1.29
Μαρεώτην ἐκκλη σίαν ἢ λειτουργόν, καὶ ὅμως τὸν μηδὲ πρεσβύτερον τυγχάνοντα
44.1.30
νῦν ὡς ἐπίσκοπον ἤγαγον, ἵνα τῷ ὀνόματι τούτῳ δόξωσι τῇ συκοφαντίᾳ
44.1.31
καταπλήττειν τοὺς ἀκούοντας.

Intertext edge

Open linked passage

Note