Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
Οὐκοῦν οὐ τὰ παρὰ Ἀθανασίου, ἀλλὰ τὰ παρ' αὐτῶν γινόμενα θρήνου καὶ
4.1.2
οἰμω γῆς ἄξια· οὐκοῦν αὐτοὺς μᾶλλον ἄν τις δικαίως θρηνήσειεν· ἐπὶ τούτοις γὰρ
4.1.3
ὀδύρεσθαι χρή, ἐπεὶ καὶ γέγραπται «μὴ κλαίετε τὸν τεθνηκότα, μήτε θρηνεῖτε αὐτόν,
4.1.4
κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι». πᾶσα γὰρ αὐτῶν ἡ
4.1.5
ἐπιστολὴ οὐδὲν ἄλλο ἢ πρὸς θάνατον ὁρᾷ, καὶ φονεύειν ἐπιχειροῦσιν, ἐὰν
4.1.6
συγχωρῶνται, καὶ ποιεῖν 4. 2 ἐξορίστους. συνεχωρήθησαν γὰρ τοῦ θεοφιλεστάτου
4.1.7
πατρὸς τῶν βασιλέων ἀντὶ θανάτου τῇ μεταθέσει τοῦ τόπου τὸν θυμὸν αὐτῶν
4.1.8
ἐκπλήσαντος. ταῦτα οὖν ὅτι μηδὲ ψιλῶν Χριστιανῶν ἔργα, σπανίως δὲ καὶ ἐθνικῶν,
4.1.9
μήτι γε ἐπισκόπων δοκούντων καὶ τοὺς ἄλλους τὰ δίκαια διδάσκειν, συνορᾶν ὑμῶν
4.1.10
τὴν ἐν Χριστῷ συνείδησιν ἡγούμεθα. 4. 3 πῶς γὰρ οἱ τοὺς ἄλλους κωλύοντες
4.1.11
κατηγορεῖν αὐτοὶ κατήγοροι καὶ μέχρι βασιλέων γίνονται; πῶς οἱ συμφορὰς ἐλεεῖν
4.1.12
διδάσκοντες οὐδὲ μετὰ τὴν ἐξοριστίαν ἡμῶν ἡσυχάζουσι; κοινὸς γὰρ γέγονεν ἡμῶν
4.1.13
τῶν ἐπισκόπων ὁμολογουμένως ἐξορισμός, καὶ πάντες ἑαυτοὺς ἐξορίστους εἴχομεν
4.1.14
καὶ νῦν ὡς σὺν Ἀθανασίῳ ταῖς πατρίσιν ἀποδοθέντας πάλιν ἀντὶ τῶν προτέρων
4.1.15
ὀδυρμῶν ἐπ' αὐτῷ καὶ θρήνων μεγίστην εὐθυμίαν ἀπολαβόντας καὶ 4. 4 χάριν, ἣν ὁ
4.1.16
κύριος διαφυλάξειε καὶ ἀνατρέψαι τοῖς περὶ Εὐσέβιον μὴ ἐπιτρέψῃ. ταῦτα μέν, εἰ καὶ
4.1.17
ἀληθῆ ἦν ἃ κατηγόρουν αὐτόν, ἦν τινα κατηγορήματα ὅτι παρὰ τὸ πρόσταγμα τοῦ
4.1.18
χριστιανισμοῦ καὶ μετὰ τὸν τοῦ πειρασμοῦ ἐξορισμὸν ἐπεμβαίνοντες πάλιν φόνων
4.1.19
καὶ σφαγῶν καὶ ἄλλων ἐγκλημάτων κατηγοροῦσι καὶ βασιλικαῖς ἀκοαῖς ταῦτα κατὰ
4.1.20
τῶν ἐπισκόπων ἐπηχοῦσιν· ὅτε δὲ πάντα ψεύδονται καὶ πάντα συκοφαντοῦσι καὶ μὴ
4.1.21
πρόσεστιν αὐτῶν ἀλήθεια τοῖς στόμασι μηδὲ τοῖς γράμμασι, ποσαπλοῦν τὸ κακὸν 4. 5
4.1.22
παρ' αὐτοῖς ἢ ποταποὺς εἶναι τοὺς ἀνθρώπους ὑπολαμβάνετε; ἤδη τοίνυν ἐπ' αὐτὰ
4.5.1
χωρήσωμεν καὶ πρὸς τὰς κατηγορίας αὐτῶν τὰς νῦν γινομένας ἀπαντήσωμεν.
4.5.2
καὶ γὰρ ἀπὸ τούτων οὐδὲ τὰ πρότερα παρ' αὐτῶν ἐπὶ συνόδῳ καὶ κρίσει θρυλούμενα
4.5.3
καλῶς πεπραγμένα, μᾶλλον δὲ οὐδὲ ἀληθῆ λεγόμενα ἐλεγχθήσεται καὶ πάλιν ἐπὶ
4.5.4
τούτοις κατα γνωσθήσονται.