Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
52.1.1
Ὁ μὲν οὖν βασιλεὺς τοιαῦτα γράφει, ἐγὼ δὲ δεξάμενος ἀνῆλθον εἰς τὴν
52.1.2
Ῥώμην συντάξασθαι τῇ ἐκκλησίᾳ καὶ τῷ ἐπισκόπῳ· ἐν τῇ Ἀκυλίᾳ γὰρ ἤμην, ὅτε
52.1.3
ταῦτα ἐγράφη. καὶ ἡ μὲν ἐκκλησία πάσης χαρᾶς πεπλήρωτο, ὁ δὲ ἐπίσκοπος Ἰούλιος
52.1.4
συγχαίρων τῇ ἐπανόδῳ γράφει πρὸς τὴν ἐκκλησίαν. καὶ διερχομένους ἡμᾶς οἱ
52.1.5
ἐπίσκοποι καθεξῆς μετ' εἰρή νης προέπεμψαν. καὶ ἔστι τὰ γραφέντα ταῦτα· 52. 2ν
52.1.6
Ἰούλιος πρεσβυτέροις καὶ διακόνοις καὶ λαῷ παροικοῦντι Ἀλεξάνδρειαν. Συγχαίρω
52.1.7
κἀγὼ ὑμῖν, ἀγαπητοὶ ἀδελφοί, ὅτι τὸν καρπὸν τῆς ἑαυτῶν πίστεως ἐπ' ὀφθαλμῶν
52.1.8
λοιπὸν ὁρᾶτε. τοῦτο γὰρ καὶ ἀληθῶς ἄν τις ἴδοι γενόμενον ἐπὶ τοῦ ἀδελφοῦ καὶ
52.1.9
συνεπισκόπου μου Ἀθανασίου, ὃν διὰ τὴν καθαρότητα τοῦ βίου καὶ διὰ τὰς ὑμετέρας
52.3.1
εὐχὰς θεὸς ὑμῖν ἀποδίδωσιν. ἐκ δὴ τούτου συνορᾶν ἔστι καθαρὰς ὑμᾶς καὶ
52.3.2
μεστὰς ἀγάπης ἀεὶ τὰς εὐχὰς ἀνενηνοχέναι πρὸς τὸν θεόν. μνήμονες γὰρ ὄντες τῶν
52.3.3
οὐρανίων ἐπαγγελιῶν καὶ τῆς πρὸς αὐτὰς ἀγωγῆς, ἣν ἐκ τῆς διδασκαλίας τοῦ
52.3.4
προειρημένου ἀδελφοῦ μου ἐπαιδεύθητε, ἔγνωτε ἀληθῶς καὶ κατὰ τὴν προσοῦσαν
52.3.5
ὑμῖν ὀρθὴν πίστιν κατειλή φατε, ὡς οὐκ ἂν εἰς τέλος ἀφ' ὑμῶν ἀποσχοινισθήσεται
52.3.6
οὗτος, ὃν ἐν ταῖς θεοσεβεστάταις 52. 4 ὑμῶν ψυχαῖς ἀεὶ ὡς παρόντα ἐσχήκατε.
52.3.7
οὐκοῦν οὐ πολλῶν μοι χρεία λόγων πρὸς ὑμᾶς ἐπιστέλλοντι. ὅσα γὰρ ὑμῖν ἂν λεχθῇ
52.3.8
παρ' ἐμοῦ, ταῦθ' ἡ ὑμετέρα πίστις προὔλαβε 52. 5 καὶ πεπλήρωκε κατὰ θεοῦ χάριν τὰ
52.3.9
τῆς κοινῆς πάντων ἡμῶν εὐχῆς. συγχαίρω τοίνυν ὑμῖν, πάλιν γὰρ ἐρῶ, ὅτι τὰς
52.3.10
ψυχὰς ἀκαταμαχήτους ἐν τῇ πίστει τετηρήκατε, καὶ αὐτῷ δὲ τῷ ἀδελφῷ μου
52.3.11
Ἀθανασίῳ οὐκ ἔλαττον συγχαίρω, ὅτι καίπερ πολλὰ πάσχων λυπηρὰ οὐδεμίαν ὥραν
52.3.12
ἐπιλήσμων γέγονε τῆς ὑμετέρας ἀγάπης καὶ τοῦ ὑμετέρου πόθου. εἰ γὰρ καὶ τῷ
52.3.13
σώματι πρὸς καιρὸν ἔδοξεν ἀφ' ὑμῶν ἀφελκυσθῆναι, ἀλλὰ τῷ πνεύματι διαπαντὸς
52.3.14
ὡς συνὼν ὑμῖν διῆγεν.