Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
53.1.1
Ἐπανέρχεται τοίνυν πρὸς ὑμᾶς λαμπρότερος νῦν, ἢ ὅτε παρ' ὑμῶν
53.1.2
ἀπεδήμησεν. εἰ γὰρ καὶ τὰς τιμίας ὕλας, χρυσὸν δὴ καὶ ἄργυρον, εἰς καθαρότητα τὸ
53.1.3
πῦρ δοκιμάζει, τί ἄν τις εἴποι κατ' ἀξίαν τοῦ τοσούτου ἀνδρὸς, ὃς κινδύνους
53.1.4
τοσούτων θλίψεων νικήσας ἀποδί δοται ὑμῖν ἀθῶος οὐ παρ' ἡμῶν μόνον, ἀλλὰ καὶ
53.1.5
παρὰ πάσης τῆς συνόδου ἀποδειχθείς; 53. 2 ὑποδέξασθε τοίνυν, ἀγαπητοὶ ἀδελφοί,
53.1.6
μετὰ πάσης τῆς κατὰ θεὸν δόξης καὶ χαρᾶς τὸν ἐπίσκοπον ὑμῶν Ἀθανάσιον μετὰ
53.1.7
τούτων, οἵτινες αὐτῷ καὶ τῶν τοσούτων καμάτων κοινωνοὶ γεγόνασι καὶ χαίρετε
53.1.8
τῶν εὐχῶν ἑαυτῶν ἀπολαύοντες, οἳ τὸν ποιμένα τὸν ὑμέτερον, ἵν' οὕτως εἴπω,
53.1.9
ποθοῦντα καὶ διψῶντα τὴν ὑμετέραν θεοσέβειαν, σωτηρίοις 53. 3 γραφαῖς ἐθρέψατε
53.1.10
καὶ ἐποτίσατε. καὶ γὰρ τῆς ἐπὶ ξένης αὐτοῦ διατριβῆς ὑμεῖς παρα μυθία γεγόνατε καὶ
53.1.11
διωκόμενον ἐθάλψατε ταῖς πιστοτάταις ἑαυτῶν ψυχαῖς καὶ διανοίαις. 53. 4 ἐμὲ δὲ
53.1.12
ἤδη εὐφραίνει ἐννοούμενον καὶ προορῶντα τῷ λογισμῷ τὴν ἐπὶ τῇ ἐπανόδῳ
53.1.13
ἑκάστου ὑμῶν χαρὰν καὶ τοῦ πλήθους τὰς θεοσεβεστάτας ἀπαντήσεις καὶ τὸ ἔνδοξον
53.1.14
τῆς τῶν συντρεχόντων ἑορτῆς. καὶ τίς ἐκείνη ἡ ἡμέρα ὑμῖν καὶ ποία ἔσται,
53.1.15
ἐπανερχομένου μὲν τοῦ ἀδελφοῦ μου, παυομένων δὲ τῶν προγενομένων καὶ τῆς
53.1.16
πολυτιμήτου καὶ κατ' εὐχὴν 53. 5 ἐπανόδου εἰς εὐφροσύνην τινὰ πληρεστάτης χαρᾶς
53.1.17
συναπτούσης τοὺς πάντας; ἡ τοιαύτη δὲ χαρὰ κατὰ τὸ μέγιστον μέχρις ἡμῶν φθάνει,
53.1.18
εἰ θεόθεν καὶ τοῦτο συγχωρεῖσθαι συνέστηκεν, ὅπως εἰς γνῶσιν τοῦ τηλικούτου
53.1.19
ἀνδρὸς ἐλθεῖν δυνηθῶμεν. εἰς εὐχὴν δὴ οὖν 53. 6 τὴν ἐπιστολὴν τελειῶσαι καλόν. ὁ
53.1.20
θεὸς ὁ παντοκράτωρ καὶ ὁ τούτου υἱὸς ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς
53.1.21
διηνεκῆ τὴν χάριν ὑμῖν παράσχοι διδοὺς ἔπαθλον τῇ θαυμαστῇ ὑμῶν πίστει, ἣν περὶ
53.1.22
τὸν ἐπίσκοπον ὑμῶν ἐνδόξῳ μαρτυρίᾳ ἐνεδείξασθε, ἵνα ὑμῖν τε καὶ τοῖς μεθ' ὑμᾶς
53.1.23
ἐνταῦθα καὶ ἐν τῷ μέλλοντι τὰ βελτίονα νέμοι, ἃ «ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ
53.1.24
ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν
53.1.25
αὐτὸν» διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ τῷ παντοκράτορι θεῷ ἡ δόξα εἰς
53.1.26
τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι, ἀγαπητοὶ
53.1.27
ἀδελφοί .