Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
54.1.1
Μετὰ τούτων ἐλθόντα με γνησίως ἑώρακεν ὁ βασιλεὺς καὶ ἀπέστειλε
54.1.2
πρὸς τὴν πα τρίδα καὶ τὴν ἐκκλησίαν γράψας τοῖς ἐπισκόποις καὶ πρεσβυτέροις καὶ
54.1.3
λαοῖς ταῦτα· 54. 2ν Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς ἐπισκόποις καὶ
54.1.4
πρεσβυτέροις τῆς καθολι κῆς ἐκκλησίας. Οὐκ ἀπελείφθη τῆς τοῦ θεοῦ χάριτος ὁ
54.1.5
αἰδεσιμώτατος Ἀθανάσιος. ἀλλ' εἰ καὶ ἐν βραχεῖ χρόνῳ τῇ κατὰ ἀνθρώπους
54.1.6
δοκιμασίᾳ ὑπεβλήθη, ὅμως τὴν ὀφειλομένην παρὰ τῆς παντεφόρου προνοίας
54.1.7
ἀπηνέγκατο ψῆφον ἀπολαβὼν βουλήσει τοῦ κρείττονος καὶ κρίσει ἡμετέρᾳ τὴν
54.1.8
πατρίδα ὁμοῦ καὶ τὴν ἐκκλησίαν, ἧς θείῳ νεύματι προστάτης ἐτύγ 54. 3 χανε. τούτῳ
54.1.9
τὰ ἀκόλουθα ἔδει παρὰ τῆς ἡμετέρας ὑπάρξαι πραότητος, ὥστε πάντα τὰ πρὸ τούτου
54.1.10
κατὰ τῶν αὐτῷ κεκοινωνηκότων ὡρισμένα νῦν ἀμνηστίᾳ παραδοθῆναι 54. 4 πᾶσάν
54.1.11
τε ὑποψίαν τὴν κατ' αὐτῶν σχολάσαι τοῦ λοιποῦ. τὴν ἀτέλειαν, ἧς ἔτυχον πάλαι οἱ
54.1.12
ἅμα αὐτῷ κληρικοί, τούτοις βεβαιωθῆναι προσηκόντως– ἀλλὰ μὴν καὶ τοῦτο τῇ εἰς
54.1.13
αὐτὸν χάριτι προστιθέναι ἐδικαιώσαμεν, ὥστε πάντας τοὺς τοῦ ἱεροῦ καταλόγου
54.1.14
γινώσκειν ἐνδεδόσθαι τὸ ἄφοβον πᾶσι τοῖς αὐτῷ προστιθεμένοις εἴτε ἐπισκόποις εἴτε
54.5.1
κληρικοῖς. ἱκανὸν δὲ γνώρισμα τῆς ἑκάστου ὀρθῆς προαιρέσεως ἔσται ἡ πρὸς
54.5.2
τοῦτον ἕνωσις. ὅσοι γὰρ ἂν τῆς καλλίονος ὁμοῦ κρίσεώς τε καὶ μοίρας γενόμενοι
54.5.3
τὴν τούτου ἕλωνται κοινωνίαν, τούτους πάντας ἐκελεύσαμεν καθ' ὁμοιότητα τῆς
54.5.4
φθανούσης προ νοίας καὶ νῦν τῆς ὑφ' ἡμῶν βουλήσει τοῦ κρείττονος παρασχεθείσης
54.5.5
χάριτος ἀπολαύειν. ὁ θεὸς ὑμᾶς διαφυλάττοι. 55. τ Ἐπιστολὴ δευτέρα 55. 1ν Νικητὴς
54.5.6
Κωνστάντιος Μέγιστος Σεβαστὸς τῷ λαῷ τῆς κατὰ Ἀλεξάνδρειαν καθολι κῆς
54.5.7
ἐκκλησίας. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν εἰδότες τε ὡς ἐπὶ
54.5.8
πολὺ τῆς τοῦ ἐπισκοποῦντος προνοίας ἐστέρησθε, Ἀθανάσιον τὸν ἐπίσκοπον, ἄνδρα
54.5.9
τοῖς πᾶσι διά τε τὴν προσοῦσαν ὀρθότητα καὶ διὰ τὴν τῶν οἰκείων ἠθῶν εὐτροπίαν
54.5.10
γνώριμον, 55. 2 πάλιν πρὸς ὑμᾶς ἀποστεῖλαι ἐδικαιώσαμεν. τοῦτον συνήθως καὶ
54.5.11
προσηκόντως ὑπο δεξάμενοι καὶ ταῖς πρὸς θεὸν εὐχαῖς βοηθὸν προστησάμενοι τὴν
54.5.12
ὑμῖν τε πρέπουσαν καὶ ἡμῖν ἀρίστην ὁμόνοιαν καὶ εἰρήνην κατὰ τὸν τῆς ἐκκλησίας
54.5.13
θεσμὸν διαρκῆ φυλάττειν 55. 3 σπουδάσατε. οὐδὲ γὰρ εὔλογόν ἐστι διχόνοιάν τινα ἢ
54.5.14
στάσιν ἐν ὑμῖν κινηθῆναι 55. 4 ὑπεναντίον τῆς τῶν ἡμετέρων καιρῶν εὐμοιρίας. καὶ
54.5.15
τοῦτο μὲν ἀπεῖναι ἀφ' ὑμῶν παντελῶς βουλόμεθα, τὸ δὲ ταῖς εὐχαῖς ὑμᾶς διαρκῶς
54.5.16
αὐτῷ, ὡς προείρηται, προστάτῃ καὶ ἐπικούρῳ χρωμένους πρὸς τὸ θεῖον ἐμμένειν
54.5.17
συνήθως παραινοῦμεν, ὡς ἂν τῆς τοιαύτης ὑμῶν προθέσεως εἰς τὰς ἁπάντων εὐχὰς
54.5.18
διαβαινούσης καὶ οἱ ἐκ τῶν ἐθνῶν τῇ τῶν εἰδώλων πλάνῃ ἔτι καὶ νῦν
54.5.19
προσανέχοντες ἐπὶ τὴν τῆς ἱερᾶς θρησκείας ἐπίγνωσιν προθυμότατα 55. 5 σπεύδοιεν,
54.5.20
ἀγαπητοί. καὶ αὖθις οὖν παραινοῦμεν τοῖς προειρημένοις ἐμμένειν, τὸν δὲ
54.5.21
ἐπίσκοπον ψήφῳ τοῦ κρείττονος καὶ ἡμετέρᾳ γνώμῃ ἀπεσταλμένον ἡδέως δέξασθε
54.5.22
καὶ πάσῃ ψυχῇ καὶ γνώμῃ ἀσπαστὸν ἡγήσασθε. τοῦτο γὰρ καὶ ὑμῖν πρέπει καὶ τῇ 55. 6
54.5.23
ἡμετέρᾳ πραότητι προσήκειν συνέστηκεν. ὑπὲρ γὰρ τοῦ πᾶσαν ἀνασόβης καὶ στά
54.5.24
σεως πρόφασιν περιαιρεθῆναι τῶν ἐθελοκακίᾳ χρωμένων, τοῖς παρ' ὑμῖν δικασταῖς
54.5.25
διὰ γραμμάτων προσετάξαμεν ἅπαντας οὓς ἂν στασιώδεις καταμάθοιεν τῇ τῶν
54.5.26
νόμων ὑπο 55. 7 βάλλειν ἐκδικίᾳ. ἀμφότερα τοίνυν συνορῶντες καὶ τὴν ἡμετέραν
54.5.27
μετὰ τοῦ κρείττονος γνώμην καὶ τὸν ὑπὲρ ὑμῶν καὶ τῆς ὁμονοίας λόγον καὶ τὴν
54.5.28
κατὰ τῶν ἀτάκτων τιμωρίαν τὰ πρέποντα καὶ ἁρμόζοντα τῷ τῆς ἱερᾶς θρησκείας
54.5.29
θεσμῷ διαφυλάττοντες τὸν προειρη μένον διὰ πάσης αἰδοῦς καὶ τιμῆς ἄγοντες τὰς
54.5.30
εὐχὰς ἅμα αὐτῷ ὑπέρ τε ἑαυτῶν καὶ τῆς τοῦ βίου παντὸς εὐνομίας τῷ τῶν ὅλων
54.5.31
πατρὶ θεῷ ἀναπέμπειν σπουδάσατε.