Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
57.1.1
Προπεμφθεὶς οὕτως καὶ διερχόμενος τὴν Συρίαν συνέτυχον τοῖς κατὰ
57.1.2
Παλαιστίνην ἐπισκόποις. καὶ σύνοδον ποιήσαντες ἐν Ἱερουσαλὴμ γνησίως ἡμᾶς
57.1.3
ἀπεδέξαντο καὶ αὐτοὶ μετ' εἰρήνης προέπεμψαν καὶ ἔγραψαν πρὸς τὴν ἐκκλησίαν
57.1.4
καὶ τοὺς ἐπισκόπους ταῦτα· 57. 2 Ἡ ἁγία σύνοδος ἡ ἐν Ἱεροσολύμοις συναχθεῖσα τοῖς
57.1.5
ἐν Αἰγύπτῳ καὶ Λιβύαις συλλειτουργοῖς καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ πρεσβυτέροις καὶ
57.1.6
διακόνοις καὶ λαῷ, ἀγαπη τοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς, ἐν κυρίῳ χαίρειν. 57. 3
57.1.7
Κατ' ἀξίαν τῷ τῶν ὅλων θεῷ εὐχαριστεῖν οὐκ ἀρκοῦμεν, ἀγαπητοί, ἐφ' οἷς θαυμα
57.1.8
σίοις ἐποίησε πάντοτε, ἐποίησε δὲ καὶ νῦν μετὰ τῆς ὑμετέρας ἐκκλησίας τὸν ποιμένα
57.1.9
ὑμῶν καὶ κύριον καὶ συλλειτουργὸν ἡμῶν Ἀθανάσιον ἀποδοὺς ὑμῖν. τίς γὰρ ἤλπισέ
57.1.10
ποτε ταῦτα ὀφθαλμοῖς ἰδεῖν, ἃ νῦν ὑμεῖς ἔργῳ ἀπολαμβάνετε; ἀληθῶς αἱ προσευχαὶ
57.1.11
ὑμῶν εἰσηκούσθησαν παρὰ τῷ τῶν ὅλων θεῷ τῷ κηδομένῳ τῆς ἑαυτοῦ ἐκκλησίας
57.1.12
καὶ ἐπιδόντι ὑμῶν τὰ δάκρυα καὶ τοὺς ὀδυρμοὺς καὶ διὰ τοῦτο τῶν δεήσεων ὑμῶν
57.1.13
ἐπακούσαντι. ἦτε γὰρ «ὡς πρόβατα ἐρριμμένα καὶ ἐσκυλμένα μὴ ἔχοντα ποιμένα»·
57.1.14
διὰ τοῦτο ἐπεσκέψατο ὑμᾶς ὁ ἀληθινὸς ποιμὴν οὐρανόθεν, ὁ τῶν ἰδίων προβάτων
57.1.15
κηδόμενος, ἀποδοὺς ὑμῖν ὃν 57. 4 ἐπιθυμεῖτε. ἰδοὺ γὰρ καὶ ἡμεῖς πάντα ὑπὲρ τῆς
57.1.16
ἐκκλησιαστικῆς εἰρήνης πράττοντες καὶ τῇ ὑμετέρᾳ συμπνέοντες ἀγάπῃ
57.1.17
προλαβόντες αὐτὸν ἠσπασάμεθα, καὶ κοινωνήσαντες δι' αὐτοῦ ὑμῖν ταύτας τὰς
57.1.18
προσρήσεις διαπεμπόμεθα καὶ τὰς εὐχαριστηρίους ἡμῶν εὐχάς, 57. 5 ἵν' εἰδῆτε τῷ
57.1.19
συνδέσμῳ τῆς ἀγάπης τῆς πρὸς αὐτὸν καὶ ἡμᾶς ἡνῶσθαι. ὀφείλετε δὲ καὶ ὑπὲρ τῆς
57.1.20
εὐσεβείας τῶν θεοφιλεστάτων βασιλέων εὔχεσθαι, οἵτινες καὶ αὐτοὶ γνόντες τὸν
57.1.21
πόθον ὑμῶν τὸν περὶ αὐτὸν καὶ τὴν αὐτοῦ καθαρότητα ἀποκαταστῆσαι αὐτὸν ὑμῖν
57.1.22
μετὰ 57. 6 πάσης τιμῆς κατηξίωσαν. ὑπτίαις οὖν ὑποδεξάμενοι αὐτὸν χερσὶ καὶ τὰς
57.1.23
ὀφειλομένας περὶ τούτου εὐχαριστηρίους εὐχὰς ἀναπέμψαι τῷ ταῦτα ὑμῖν
57.1.24
χαρισαμένῳ θεῷ σπου δάσατε, ὑπὲρ τοῦ διαπαντὸς ὑμᾶς χαίρειν σὺν θεῷ καὶ
57.1.25
δοξάζειν ἡμῶν τὸν κύριον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ τῷ πατρὶ ἡ δόξα
57.1.26
εἰς τοὺς αἰῶνας. ἀμήν. 57. 7 Τῶν δὲ ὑπογραψάντων τὰ ὀνόματα, εἰ καὶ φθάσας
57.1.27
ἐδήλωσα, ἀλλὰ καὶ νῦν ἔγραψα· εἰσὶ γὰρ Μάξιμος, Ἀέτιος, Ἄρειος, Θεόδωρος,
57.1.28
Γερμανός, Σιλουανός, Παῦλος, Πατρίκιος, Ἐλπίδιος, Γερμανός, Εὐσέβιος, Ζηνόβιος,
57.1.29
Παῦλος, Μακρῖνος, Πέτρος, Κλαύδιος.