Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
58.1.1
Ταῦτα βλέποντες Οὐρσάκιος καὶ Οὐάλης κατέγνωσαν λοιπὸν ἑαυτῶν καὶ
58.1.2
ἀνελ θόντες εἰς τὴν Ῥώμην ἐξωμολογήσαντο καὶ αὐτοὶ μεταγινώσκοντες
58.1.3
συγγνώμην τε ᾐτήσαντο καὶ ἔγραψαν πρὸς Ἰούλιον τὸν ἐπίσκοπον τῆς πρεσβυτέρας
58.1.4
Ῥώμης καὶ πρὸς ἡμᾶς ταῦτα. τὰ μέντοι ἀντίγραφα ἀπεστάλη μοι παρὰ Παυλίνου τοῦ
58.1.5
ἐπισκόπου Τριβέρων. 58. 2τ Ἑρμηνεία ἀπὸ τοῦ Ῥωμαικοῦ τῆς πρὸς Ἰούλιον
58.1.6
ἐπιστολῆς περὶ τῆς μετανοίας Οὐρσακίου καὶ Οὐάλεντοσ Κυρίῳ μακαριωτάτῳ πάπᾳ
58.1.7
Ἰουλίῳ Οὐρσάκιος καὶ Οὐάλης. Ἐπειδὴ συνέστηκεν ἡμᾶς πρὸ τούτου πολλά τε καὶ
58.1.8
δεινὰ περὶ Ἀθανασίου τοῦ ἐπισκόπου διὰ γραμμάτων ὑποβεβληκέναι γράμμασί τε
58.1.9
τῆς σῆς χρηστότητος μεθοδευ θέντες τοῦ πράγματος χάριν, περὶ οὗ ἐδηλώσαμεν, οὐκ
58.1.10
ἠδυνήθημεν λόγον ἀποδοῦναι, ὁμολογοῦμεν παρὰ τῇ σῇ χρηστότητι παρόντων τῶν
58.1.11
ἀδελφῶν ἡμῶν πάντων τῶν πρεσ βυτέρων ὅτι πάντα τὰ πρὸ τούτου ἐλθόντα εἰς
58.1.12
ἀκοὰς ἡμῶν περὶ τοῦ ὀνόματος τοῦ προειρημένου Ἀθανασίου ψευδῆ καὶ πλαστά ἐστι
58.1.13
πάσῃ τε δυνάμει ἀλλότρια αὐτοῦ 58. 3 τυγχάνει. διά τε τοῦτο ἡδέως ἀντιποιούμεθα
58.1.14
τῆς κοινωνίας τοῦ προειρημένου Ἀθα νασίου, μάλιστα ὅτι ἡ θεοσέβειά σου κατὰ τὴν
58.1.15
ἔμφυτον ἑαυτῆς καλοκἀγαθίαν τῇ πλάνῃ ἡμῶν κατηξίωσε συγγνώμην δοῦναι.
58.1.16
ὁμολογοῦμεν δὲ καὶ τοῦτο ὅτι, ἄν ποτε ἡμᾶς οἱ Ἀνατολικοὶ θελήσωσιν ἢ καὶ αὐτὸς
58.1.17
Ἀθανάσιος κακοτρόπως περὶ τούτου εἰς κρίσιν λέσαι, μὴ ἀπέρχεσθαι παρὰ
58.1.18
γνώμην τῆς σῆς διαθέσεως. τὸν δὲ αἱρετικὸν Ἄρειον καὶ τοὺς ὑπερασπίζοντας αὐτοῦ
58.1.19
τοὺς λέγοντας· «ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς, καὶ ὅτι ἐκ τοῦ μὴ ὄντος ὁ υἱός ἐστι» καὶ
58.1.20
τοὺς ἀρνουμένους τὸν Χριστὸν θεὸν εἶναι θεοῦ υἱὸν πρὸ αἰώνων, καθὼς καὶ ἐν τῷ
58.1.21
προτέρῳ λιβέλλῳ ἑαυτῶν ἐν τῇ Μεδιολάνῳ ἐπιδεδώκαμεν, καὶ νῦν καὶ ἀεὶ
58.1.22
ἀναθεματίζομεν. ταῦτα δὲ τῇ χειρὶ ἑαυτῶν γράψαντες ὁμολογοῦμεν πάλιν ὅτι τὴν
58.1.23
ἀρειανὴν αἵρεσιν, καθὰ προείπομεν, καὶ τοὺς ταύτης αὐθέντας κατεκρίναμεν εἰς τὸν
58.1.24
αἰῶνα. Ἐγὼ Οὐρσάκιος τῇ ὁμολογίᾳ μου ταύτῃ παρὼν ὑπέγραψα· ὁμοίως καὶ
58.1.25
Οὐάλης. 58. 5ν Κυρίῳ ἀδελφῷ Ἀθανασίῳ ἐπισκόπῳ Οὐρσάκιος καὶ Οὐάλης ἐπίσκοποι.
58.1.26
Ἀφορμὴν εὑρόντες διὰ τοῦ ἀδελφοῦ καὶ συμπρεσβυτέρου ἡμῶν Μουσαίου
58.1.27
ἐρχομένου πρὸς τὴν σὴν ἀγάπην, ἀδελφὲ ἀγαπητέ, δι' αὐτοῦ σε καὶ πάνυ
58.1.28
προσαγορεύομεν ἀπὸ τῆς Ἀκυλίης καὶ εὐχόμεθα ὑγιαίνοντά σε τὰ γράμματα τὰ
58.1.29
ἡμέτερα ἀναγνῶναι. δώσεις γὰρ καὶ ἡμῖν θαρρεῖν, ἐὰν καὶ σὺ ἐν τῷ γράφειν τὴν
58.1.30
ἀμοιβὴν ἡμῖν ἀποδῷς. γίνωσκε γὰρ ἡμᾶς εἰρήνην ἔχειν μετὰ σοῦ καὶ κοινωνίαν
58.1.31
ἔχειν ἐκκλησιαστικήν, καὶ τούτου γνώρισμα ἡ διὰ τούτων τῶν γραμμάτων
58.1.32
προσηγορία. ἡ θεία πρόνοιά σε διαφυλάττοι, κύριε ἀγαπητὲ ἀδελφέ. 58. 6 Τὰ μὲν οὖν
58.1.33
γραφέντα ταῦτα, καὶ αὕτη τῶν ἐπισκόπων ἡ ψῆφος καὶ κρίσις ὑπὲρ ἡμῶν. ὅτι δὲ οὐ
58.1.34
κεχαρισμένα πεποιήκασιν οὐδὲ ἀναγκαζόμενοι παρά τινος, βούλομαι συγ
58.1.35
χωρούντων ὑμῶν ἄνωθεν ἐξ ἀρχῆς διηγήσασθαι τὸ πρᾶγμα, ἵνα γνῶτε ὡς οἱ μὲν
58.1.36
ἐπίσκοποι ὀρθῶς καὶ δικαίως βουλόμενοι τοιαῦτα ἔγραψαν, ὁ δὲ Οὐάλης καὶ
58.1.37
Οὐρσάκιος κἂν ὀψέ ποτε τὴν ἀλήθειαν ὡμολόγησαν.

Intertext edge

Open linked passage

Note