Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
59.1.1
Πέτρος παρ' ἡμῖν πρὸ μὲν τοῦ διωγμοῦ γέγονεν ἐπίσκοπος, ἐν δὲ τῷ
59.1.2
διωγμῷ καὶ ἐμαρτύρησεν. οὗτος Μελίτιον ἀπὸ τῆς Αἰγύπτου λεγόμενον ἐπίσκοπον
59.1.3
ἐπὶ πολλαῖς ἐλεγχ θέντα παρανομίαις καὶ θυσίᾳ ἐν κοινῇ συνόδῳ τῶν ἐπισκόπων
59.1.4
καθεῖλεν. ἀλλὰ Μελίτιος οὐ πρὸς ἑτέραν σύνοδον κατέφυγεν οὐδὲ ἐσπούδασεν
59.1.5
ἀπολογήσασθαι τοῖς μετὰ ταῦτα, σχίσμα δὲ πεποίηκε καὶ ἀντὶ Χριστιανῶν
59.1.6
Μελιτιανοὶ μέχρι νῦν οἱ τῆς ἐκείνου μερίδος 59. 2 ὀνομάζονται. εὐθύς τε τοὺς
59.1.7
ἐπισκόπους λοιδορεῖν ἤρξατο καὶ πρῶτον αὐτὸν Πέτρον καὶ τὸν μετ' αὐτὸν Ἀχιλλᾶν
59.1.8
διέβαλε καὶ μετὰ Ἀχιλλᾶν Ἀλέξανδρον. τοῦτο δὲ πανούργωςἔπραττε μαθὼν καὶ
59.1.9
παρὰ τοῦ Ἀβεσσαλώμ, ἵν', ἐπειδὴ διὰ τὴν καθαίρεσιν ᾐσχύνετο, 59. 3 κἂν ταῖς
59.1.10
διαβολαῖς ἀπατῆσαί πως τοὺς ἀκεραίους δυνηθῇ. ταῦτα δὲ πράττοντος τοῦ Μελιτίου
59.1.11
γέγονε καὶ ἡ ἀρειανὴ αἵρεσις. ἀλλ' ἐν τῇ συνόδῳ τῇ κατὰ Νίκαιαν ἡ μὲν αἵρεσις
59.1.12
ἀνεθεματίσθη καὶ οἱ Ἀρειανοὶ ἐξεβλήθησαν, οἱ δὲ Μελιτιανοὶ ὁπωσδήποτε
59.1.13
ἐδέχθησαν· οὐ γὰρ ἀναγκαῖον νῦν τὴν αἰτίαν ὀνομάζειν. οὔπω γὰρ πέντε μῆνες
59.1.14
παρῆλθον, καὶ ὁ μὲν μακαρίτης Ἀλέξανδρος τετελεύτηκεν, οἱ δὲ Μελιτιανοὶ δέον
59.1.15
ἠρεμεῖν καὶ χάριν ἔχειν, ὅτι κἂν ὅλως ἐδέχθησαν, οἱ δὲ κατὰ τοὺς κύνας οὐκ
59.1.16
ἐπιλαθόμενοι ὧν ἐξήρασαν πάλιν τὰς ἐκκλη 59. 4 σίας ἐτάραττον. Εὐσέβιος τοίνυν
59.1.17
τοῦτο μαθὼν καὶ προιστάμενος τῆς ἀρειανῆς αἱρέσεως πέμπει καὶ ὠνεῖται τοὺς
59.1.18
Μελιτιανοὺς ἐπὶ πολλαῖς ἐπαγγελίαις. καὶ γίνεται μὲν αὐτῶν κρύφα φίλος,
59.1.19
συντάττεται δὲ αὐτοῖς εἰς ὃν ἐβούλετο καιρόν. τὴν μὲν οὖν ἀρχὴν προσέπεμπε
59.1.20
προτρέπων δέξασθαί με τοὺς περὶ Ἄρειον, καὶ ἀγράφως μὲν ἠπείλει, γράφων δὲ
59.1.21
ἠξίου. 59. 5 ἐπειδὴ δὲ ἀντέλεγον· «μὴ χρῆναι» φάσκων «δεχθῆναι τοὺς αἵρεσιν
59.1.22
ἐφευρόντας κατὰ τῆς ἀλη θείας καὶ ἀναθεματισθέντας παρὰ τῆς οἰκουμενικῆς
59.1.23
συνόδου», ποιεῖ καὶ βασιλέα μοι γράψαι τὸν μακαρίτην Κωνσταντῖνον ἀπειλὴν
59.1.24
ἔχοντα, εἰ μὴ λάβοιμι τοὺς περὶ Ἄρειον, ταῦτά 59. 6 με παθεῖν, ἃ πρότερον καὶ νῦν
59.1.25
πέπονθα. τὸ τοίνυν μέρος τῆς ἐπιστολῆς ἐστι τοῦτο, καὶ παλατῖνοι Συγκλήτιος καὶ
59.1.26
Γαυδέντιος ἦσαν οἱ κομίσαντες τὰ γράμματα· Μέρος ἐπιστολῆς τοῦ βασιλέως
59.1.27
Κωνσταντίνου... Ἔχων τοίνυν τῆς ἐμῆς βουλήσεως τὸ γνώρισμα ἅπασι τοῖς
59.1.28
βουλομένοις εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν ἀκώλυτον παράσχου τὴν εἴσοδον. ἐὰν γὰρ
59.1.29
γνῶ ὡς κεκώλυκάς τινας αὐτῶν τῆς ἐκκλησίας μεταποιουμένους ἢ ἀπεῖρξας τῆς
59.1.30
εἰσόδου, ἀποστελῶ παρα χρῆμα τὸν καὶ καθαιρήσοντά σε ἐξ ἐμῆς κελεύσεως καὶ τῶν
59.1.31
τόπων μεταστήσοντα...