Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
Δυσωπούμεθα μὲν οὖν περὶ τοιούτων ἀπολογούμενοι· πλὴν ἐπειδήπερ
5.1.2
πρὸς πάν τα ἑαυτοὺς οἱ προπετεῖς ἐπάγουσι κατήγοροι καὶ μετὰ τὴν εἴσοδον
5.1.3
Ἀθανασίου φόνους καὶ σφαγὰς αἰτιῶνται γεγενῆσθαι, παρακαλοῦμεν ἀνασχέσθαι
5.1.4
τῆς ἀπολογίας, κἂν διὰ 5. 2 πλειόνων ᾖ· τὰ γὰρ πράγματα ἀναγκάζει. φόνος μὲν οὔτε
5.1.5
παρὰ Ἀθανασίου γέγονεν οὔτε δι' αὐτόν, ἐπειδὴ καὶ εἰς ταύτην ἡμᾶς τὴν ἄδοξον
5.1.6
ἀπολογίαν, ὡς προείπομεν, ἐμβι βάζουσιν οἱ κατήγοροι· σφαγαὶ δὲ καὶ δεσμοὶ τῆς
5.1.7
ἐκκλησίας ἡμῶν ἀλλότρια· δημίῳ παρα δέδωκεν Ἀθανάσιος οὐδένα· καὶ τὸ
5.1.8
δεσμωτήριον ὅσον ἐπ' αὐτῷ οὐδεπώποτε ἐνοχληθὲν 5. 3 παρ' αὐτοῦ. τὰ παρ' ἡμῖν
5.1.9
ἱερατεῖα ὥσπερ ἀεὶ καὶ νῦν καθαρά, μόνῳ σεμνυνόμενα τῷ αἵματι τοῦ Χριστοῦ καὶ
5.1.10
τῇ εἰς αὐτὸν εὐσεβείᾳ. οὐ πρεσβύτερος, οὐ διάκονος ἀνῃρέθη παρὰ Ἀθανασίου· οὐ
5.1.11
φόνον, οὐκ ἐξοριστίαν ἔδρασεν ὁ ἄνθρωπος. ἀλλ' εἴθε μηδὲ ἐκεῖνοι κατ' αὐτοῦ τοῦτ'
5.1.12
ἔδρασαν ἀληθείᾳ τὴν πεῖραν ἐπαγαγόντες. οὐδεὶς γὰρ ἐξόριστος ἐν ταῦθα γέγονε δι'
5.1.13
αὐτὸν πλὴν αὐτοῦ τοῦ ἐπισκόπου Ἀθανασίου τῆς Ἀλεξανδρείας παρ' αὐτῶν, ὃν
5.1.14
ἀφεθέντα καὶ πάλιν τοῖς αὐτοῖς ἢ καὶ χείροσι περιβάλλειν ἐπιζητοῦσι 5. 4 πάντα πρὸς
5.1.15
ψευδῆ καὶ θανατηφόρα ῥήματα τὴν γλῶτταν ἑαυτῶν ὀτρύνοντες. ἰδοὺ γὰρ λοιπὸν
5.1.16
καὶ τὰς τῶν δικαστῶν πράξεις ἐπ' αὐτὸν μεταφέρουσι. καὶ τὸν μὲν ἔπαρχον τῆς
5.1.17
Αἰγύπτου φανερῶς ὁμολογοῦσιν ἐν τῇ ἐπιστολῇ κατά τινων ἀποφάναι, πάλιν δὲ οὐ
5.1.18
δυσωποῦνται καὶ ταύτας τὰς ἀποφάσεις Ἀθανασίῳ προσάπτοντες καὶ ταῦτα μηδέπω
5.1.19
τῆς Ἀλεξανδρείας ἐπιβάντι, ἀλλ' ἔτι τῆς ὁδοῦ τῆς ἀπὸ τῆς ἐξοριστίας ἐχομένῳ καὶ
5.1.20
κατὰ τὴν Συρίαν ὄντι, εἴ γε δεῖ καὶ μακρὰν ἀποδημίαν εἰς ἀπολογίαν φέρειν ὑπὲρ
5.1.21
τοῦ μηδὲ ὑπεύθυνον εἶναί τινα οἷς ἐὰν ἡγεμὼν ἢ ἔπαρχος Αἰγύπτου πράξῃ, εἰ γὰρ καὶ
5.1.22
ἐπὶ τῆς Ἀλεξανδρείας ἦν, τί πρὸς Ἀθανάσιον αἱ τοῦ ἐπάρχου πράξεις; ἀλλ' ὅμως οὐδὲ
5.1.23
ἐπεδήμει τοῖς τόποις· καὶ τὰ πραχθέντα οὐ διὰ προφάσεις ἐκκλησιαστικὰς πέπρακται
5.1.24
παρὰ τοῦ ἐπάρχου τῆς Αἰγύπτου, ἀλλὰ διά τινας ἃς ἐκ τῶν ὑπομνημάτων εἴσεσθε,
5.1.25
ἅπερ μετὰ τὸ γνῶναι τὰ παρὰ τούτων γραφέντα πολυπραγμονήσαντες ἀπεστείλαμεν
5.1.26
ὑμῖν. 5. 5 οὐκοῦν ὅτε καὶ νῦν τὰ μὴ γενόμενα μήτε παρ' αὐτοῦ μήτε δι' αὐτὸν βοῶσιν
5.1.27
ὡς γενόμενα καὶ τοσούτοις μαρτυροῦσιν ὡς πληροφορηθέντες κακοῖς, εἰπάτωσαν ἐκ
5.1.28
ποίας συνόδου καὶ ταῦτα ἔγνωσαν; ἐκ ποίων ἀποδείξεων; ἐκ ποίας κρίσεως; εἰ δὲ
5.1.29
μηδὲν ἔχοντες τοιοῦτον ἁπλῶς διαβεβαιοῦνται, καὶ τὰ πρότερα πῶς γέγονεν ἢ πῶς
5.1.30
λέγουσιν, ὑμῖν κατελίπομεν σκοπεῖν. οὐδὲν γὰρ ἄλλο ἐστὶν ἢ συκοφαντία καὶ
5.1.31
ἐχθρῶν ἐπιβουλὴ καὶ θυμὸς ἄσχετα φρονῶν καὶ κατὰ τῆς εὐσεβείας ἡ ὑπὲρ τῶν
5.1.32
Ἀρειομανιτῶν ἀσέβεια λυττῶσα, ἵν' ἐκποδὼν μὲν οἱ ὀρθόδοξοι γένωνται, μετ' ἀδείας
5.1.33
δὲ λοιπὸν ἃ βούλονται κηρύττωσιν οἱ προστάται τῆς ἀσεβείας. καὶ γὰρ οὕτως ἔχει.

Intertext edge

Open linked passage

Note