Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
60.1.1
Ἐπειδὴ τοίνυν καὶ βασιλέα γράφων ἔπειθον «μηδεμίαν εἶναι κοινωνίαν
60.1.2
τῇ χριστο μάχῳ αἱρέσει πρὸς τὴν καθολικὴν ἐκκλησίαν», τότε λοιπὸν Εὐσέβιος τὸν
60.1.3
καιρὸν ὃν συνεφώ νησε μετὰ τῶν Μελιτιανῶν προφέρων γράφει καὶ πείθει τούτους
60.1.4
πλάσασθαι πρόφασιν, ἵν', ὥσπερ κατὰ Πέτρου καὶ Ἀχιλλᾶ καὶ Ἀλεξάνδρου
60.1.5
μεμελετήκασιν, οὕτω καὶ καθ' ἡμῶν 60. 2 ἐπινοήσωσι καὶ θρυλήσωσι. πολλὰ μὲν οὖν
60.1.6
ζητήσαντες καὶ μὴ εὑρόντες ὕστερον μετὰ γνώμης τῶν περὶ Εὐσέβιον συντιθέασι καὶ
60.1.7
πλάττονται πρώτην κατηγορίαν διὰ Ἰσίωνος καὶ Εὐδαίμονος καὶ Καλλινίκου περὶ
60.1.8
στιχαρίων λινῶν, ὡς ἐμοῦ κανόνα τοῖς Αἰγυπτίοις 60. 3 ἐπιβαλόντος καὶ πρώτους
60.1.9
αὐτοὺς ἀπαιτήσαντος. ἀλλὰ πρεσβυτέρων ἡμετέρων εὑρε θέντων ἐκεῖ καὶ βασιλέως
60.1.10
ἀκούοντος κατεγνώσθησαν. οἱ μὲν οὖν πρεσβύτεροι ἦσαν Ἄπις καὶ Μακάριος, ὁ δὲ
60.1.11
βασιλεὺς γράφει καταγινώσκων μὲν Ἰσίωνος, κελεύων δὲ ἐμὲ ἀπαντῆσαι πρὸς
60.1.12
αὐτόν. καὶ τὰ μὲν γραφέντα ἐστὶ ταῦτα· 60. 4 Ὁ δὲ Εὐσέβιος μαθὼν πείθει περιμένειν
60.1.13
αὐτούς. καὶ ἐλθόντος μου κατηγοροῦσι πάλιν Μακαρίου μὲν περὶ ποτηρίου, ἐμὲ δὲ
60.1.14
οὐ τὴν τυχοῦσαν διαβολήν, ἀλλὰ τὴν ἀνωτάτω πα σῶν, ὅτι δὴ κατὰ βασιλέως
60.1.15
γενόμενος ἔπεμψα γλωσσόκομον χρυσίου Φιλουμένῳ τινί. ὁ μὲν οὖν βασιλεὺς καὶ
60.1.16
περὶ ταύτης ἐν τῇ Ψαμαθίᾳ ἤκουσεν ἡμῶν, αὐτοὶ δὲ συνήθως κατα γνωσθέντες
60.1.17
ἐρρίφησαν. καὶ γράφει τοῖς λαοῖς ἐπανερχομένων ἡμῶν ταῦτα·