Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
64.1.1
Τῷ μακαρίῳ πάπᾳ Ἀθανασίῳ Ἰσχύρας ἐν κυρίῳ χαίρειν. Ἐπειδὴ
64.1.2
προσῆλθόν σοι, κύριε ἐπίσκοπε, βουλόμενος τῆς ἐκκλησίας εἶναι, ᾐτιάσω δέ με ἐφ'
64.1.3
οἷς πρότερον ἐφθεγξάμην, ὡς ἐμοῦ ἀπὸ προαιρέσεως εἰς τοῦτο παρελθόντος, τούτου
64.1.4
ἕνεκεν ταύτην τὴν ἀπολογίαν ἐγγράφως σοι ἐπιδίδωμι, ἵν' εἰδέναι ἔχοις ὅτι βίας μοι
64.1.5
γενομένης καὶ πληγῶν ἐπιτεθεισῶν ἀπὸ Ἰσαὰκ καὶ Ἡρακλείδου καὶ Ἰσαὰκ τοῦ
64.1.6
Λητοῦς καὶ ὑπὸ τῶν σὺν αὐτοῖς. ἐγὼ δὲ μάρτυρα τὸν θεὸν εἰς τοῦτο
64.1.7
λαμβάνων ἀπο λογοῦμαι ὅτι οὐδὲν ὧν ἐκεῖνοι εἰρήκασι σύνοιδά σε πεποιηκέναι.
64.1.8
οὔτε γὰρ ποτηρίου κλάσις γέγονεν οὔτε τῆς ἁγίας τραπέζης καταστροφὴ γεγένηται,
64.1.9
ἀλλὰ ταῦτα πάντα ἐκεῖνοι βίαν ἐπιθέντες μοι εἰς τοῦτο παρώρμησάν με. ταῦτα δὲ
64.1.10
ἀπελογησάμην σοι καὶ ἐγγράφως ἐπιδέδωκα αἱρούμενος καὶ ἐπιδικαζόμενος εἶναι
64.1.11
τῶν ὑπὸ σὲ συναγομένων. ἐρρῶσθαί σε εὔχομαι ἐν κυρίῳ. 64. 3 Ἐπιδέδωκα δὲ τήνδε
64.1.12
μου τὴν χεῖρά σοι τῷ ἐπισκόπῳ Ἀθανασίῳ ἐπὶ παρουσίᾳ τῶν πρεσβυτέρων Ἀμμωνᾶ
64.1.13
Δικέλλης, Ἡρακλείου Φάσκω, Βόκκονος Χενεβρί, Ἀχιλλᾶ Μυρσίνης, Διδύμου
64.1.14
Ταφοσίρεως καὶ Ἰούστου ἀπὸ Βωμοθέου, καὶ διακόνων ἀπὸ μὲν Ἀλεξανδρείας
64.1.15
Παύλου καὶ Πέτρου καὶ Ὀλυμπίου, ἀπὸ δὲ Μαρεώτου Ἀμμωνίου καὶ Πιστοῦ καὶ
64.1.16
Δημητρίου καὶ Γαίου.

Intertext edge

Open linked passage

Note