Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
65.1.1
Ταῦτα γράψαντος καὶ Ἰσχύρα ὅμως πάλιν τὴν τοιαύτην κατηγορίαν
65.1.2
θρυλοῦσι μὲν πανταχοῦ, ἀναφέρουσι δὲ καὶ τῷ βασιλεῖ Κωνσταντίνῳ. κἀκεῖνος περὶ
65.1.3
μὲν τοῦ ποτη ρίου φθάσας ἦν ἀκούσας αὐτὸς ἐν τῇ Ψαμαθίᾳ παρόντων ἡμῶν καὶ
65.1.4
καταγνοὺς τῆς συκο φαντίας τῶν ἐχθρῶν, γράφει δὲ εἰς τὴν Ἀντιόχειαν Δαλματίῳ
65.1.5
τῷ κήνσωρι ἀκοῦσαι περὶ 65. 2 τῆς τοῦ φόνου δίκης. ὁ τοίνυν κήνσωρ ἐπιστέλλει μοι
65.1.6
παρασκευάσασθαι πρὸς ἀπο λογίαν τοῦ ἐγκλήματος. ἐγὼ δὲ δεξάμενος τὰ τοιαῦτα
65.1.7
γράμματα, καίτοι τὴν ἀρχὴν μηδὲ προσποιούμενος διὰ τὸ εἰδέναι μηδὲν αὐτοὺς
65.1.8
λέγειν ἀληθές, ὅμως, ἐπειδὴ βασιλεὺς κεκί νητο, γράφω τοῖς συλλειτουργοῖς εἰς
65.1.9
Αἴγυπτον καὶ πέμπω διάκονον βουλόμενος μαθεῖν 65. 3 περὶ Ἀρσενίου· οὐ γὰρ
65.1.10
ἑωράκειν τὸν ἄνθρωπον ἔτεσί που πέντε ἢ ἕξ. καὶ τί γάρ; ἵνα μὴ τελείως τὰ τούτων
65.1.11
λέγω, ἐγνώσθη κρυπτόμενος ὁ Ἀρσένιος τὴν μὲν ἀρχὴν ἐν Αἰγύπτῳ, λοιπὸν δὲ καὶ ἐν
65.1.12
Τύρῳ πάλιν κρυπτόμενον αὐτὸν εὗρον οἱ ἡμέτεροι. καὶ τό γε θαυμαστὸν οὐδὲ
65.1.13
εὑρεθεὶς ὡμολόγει αὐτὸς εἶναι Ἀρσένιος, ἕως ἐν δικαστηρίῳ ἐπὶ Παύλου τοῦ
65.1.14
τηνικαῦτα ἐπισκόπου τῆς Τύρου ἠλέγχθη καὶ καταισχυνθεὶς λοιπὸν οὐκ ἠρνήσατο.
65.1.15
τοῦτο δὲ ἐποίει φυλάττων τὴν πρὸς τοὺς περὶ Εὐσέβιον συνθήκην, ἵνα μὴ ὡς
65.1.16
εὑρεθέντος 65. 4 λοιπὸν ἐκείνων τὸ δρᾶμα διαλυθῇ, ὅπερ καὶ γέγονε. γράψαντος γάρ
65.1.17
μου τῷ βασιλεῖ ὅτι Ἀρσένιος εὑρέθη, καὶ ὑπομνήσαντος αὐτὸν περὶ ὧν ἤκουσεν ἐν
65.1.18
τῇ Ψαμαθίᾳ Μακαρίου τοῦ πρεσβυτέρου χάριν, ἔπαυσε μὲν τὸ δικαστήριον τοῦ
65.1.19
κήνσωρος, ἔγραψε δὲ κατα γινώσκων τὴν συκοφαντίαν τῶν καθ' ἡμῶν γενομένων
65.1.20
καὶ τοὺς περὶ Εὐσέβιον ἐρχομένους 65. 5 εἰς τὴν Ἀνατολὴν καθ' ἡμῶν ἐκέλευσεν
65.1.21
ὑποστρέψαι. ὅτι μὲν οὖν κατηγόρησαν ὡς ἀναιρεθέντος Ἀρσενίου, ἵνα μὴ ταῖς παρὰ
65.1.22
τῶν πολλῶν γραφείσαις ἐπιστολαῖς χρήσωμαι, ἀρκεῖ μόνον τὴν Ἀλεξάνδρου τοῦ
65.1.23
ἐπισκόπου Θεσσαλονίκης παραθέσθαι· ἀπὸ γὰρ ταύτης καὶ τὰς τῶν ἄλλων γνῶναι
65.1.24
δυνατόν. ἐκεῖνος τοίνυν εἰδὼς ὅσα μὲν ἐθρύλησε καθ' ἡμῶν Ἀρχὰφ ὁ καὶ Ἰωάννης
65.1.25
περὶ φόνου, καὶ μαθὼν ὅτι ζῇ Ἀρσένιος, γράφει ταῦτα·