Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
67.1.1
Ὅτι δὲ ἐκρύπτετο Ἀρσένιος διὰ τοῦτο, ἵνα θάνατον οὗτοι πλάσωνται,
67.1.2
τοῦτο μαρτυροῦσιν οἱ σὺν αὐτῷ διατρίψαντες· ζητοῦντες γὰρ αὐτὸν εὕρομεν τοῦτον,
67.1.3
καὶ ἔργαψε ὁ Πίννης πρὸς Ἰωάννην τὸν ὑποκρινόμενον τὴν τοιαύτην συκοφαντίαν
67.1.4
ταῦτα· 67. 2ν Τῷ ἀγαπητῷ ἀδελφῷ Ἰωάννῃ Πίννης πρεσβύτερος μονῆς
67.1.5
Πτεμενκύρκεως τοῦ Ἀντεοπολίτου νομοῦ χαίρειν. Γινώσκειν σε θέλω ὅτι ἀπέστειλεν
67.1.6
Ἀθανάσιος εἰς τὴν Θηβαίδα διάκονον ἑαυτοῦ ἐρευνῆσαι πάντα ἕνεκεν Ἀρσενίου. καὶ
67.1.7
πρῶτον μὲν εὑρεθέντες Πεκύσιος πρεσβύτερος καὶ Σιλβανὸς ὁ ἀδελφὸς Ἠλία καὶ
67.1.8
Ταπενακεραμεὺς καὶ Παῦλος μοναχὸς ἀπὸ Ὑψηλῆς ὡμολόγησαν ὅτι παρ' ἡμῖν ἐστιν
67.1.9
Ἀρσένιος, ἡμεῖς δὲ μαθόντες πεποιήκαμεν αὐτὸν ἐμ 67. 3 βληθῆναι εἰς πλοῖον καὶ
67.1.10
πλεῦσαι εἰς τὰ κάτω μέρη μετὰ Ἠλία μοναχοῦ. καὶ ἐξαίφνης μετὰ ταῦτα πάλιν
67.1.11
ἀνελθὼν ὁ διάκονος μετά τινων ἐπιστὰς ἐν τῇ μονῇ ἡμῶν ἕνεκεν τοῦ αὐτοῦ
67.1.12
Ἀρσενίου αὐτὸν μὲν οὐχ εὕρηκεν διὰ τὸ ἀπεσταλκέναι ἡμᾶς αὐτόν, ὡς προείπομεν,
67.1.13
ἐν τοῖς κάτω μέρεσιν, ἐμὲ δὲ μετὰ τοῦ μοναχοῦ τοῦ παραλαβόντος αὐτὸν Ἠλία
67.1.14
κατήνεγκαν εἰς τὴν Ἀλεξάνδρειαν καὶ προσήνεγκάν με τῷ δουκί, καὶ οὐκ ἴσχυσα
67.1.15
ἀρνήσασθαι, ἀλλ' ὡμολόγησα, ὅτι ζῇ καὶ οὐκ ἀνῃρέθη. τὰ αὐτὰ δὲ καὶ ὁ παραλαβὼν
67.1.16
αὐτὸν μοναχὸς 67. 4 ὡμολόγησε. διὰ τοῦτο ταῦτά σοι γνωρίζω, πάτερ, ἵνα μὴ δόξῃ
67.1.17
σοι κατηγορῆσαι Ἀθανασίου· εἶπον γὰρ ὅτι ζῇ καὶ παρ' ἡμῖν ἦν κρυπτόμενος. καὶ
67.1.18
ἐγνωρίσθη πάντα ταῦτα ἐν Αἰγύπτῳ καὶ οὐκέτι δύναται κρυβῆναι τοῦτο.
67.1.19
Παφνούτιος μοναχὸς τῆς αὐτῆς μονῆς ὁ γράψας τὴν ἐπιστολὴν πολλά σε ἀσπάζομαι,
67.1.20
ἐρρῶσθαί σε εὔχομαι.