Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
68.1.1
Ἃ δὲ καὶ βασιλεὺς ἔγραψε μαθὼν ὅτι εὑρέθη Ἀρσένιος ζῶν, ἔστι ταῦτα·
68.1.2
Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τῷ πάπᾳ Ἀθανασίῳ. Τοῖς παρὰ τῆς σῆς
68.1.3
συνέσεως ἐντυχὼν γράμμασι ταύτης γνώμης αὐτὸς ἐγενόμην, ὡς ἀντιγράφων τῇ σῇ
68.1.4
στερρότητι προτρέψασθαί σε, ὅπως πρὸς εὐταξίαν καὶ οἶκτον τὸν τοῦ θεοῦ λαὸν
68.1.5
ἄγειν σπουδάσῃς. ταῦτα γὰρ μάλιστα προηγούμενα ἐν τῇ ἐμαυτοῦ ψυχῇ κατέχω, ὡς
68.1.6
ἀλήθειάν τε ἀσκεῖν καὶ ἐν τῇ διανοίᾳ δικαιοσύνην ἀεὶ φυλάττειν καὶ 68. 2 τούτοις
68.1.7
μάλιστα χαίρειν τοῖς ὀρθὴν ὁδὸν τοῦ βίου πορευομένοις. περὶ δὲ ἐκείνων τῶν πάσης
68.1.8
ἀρᾶς ἀξίων, τῶν Μελιτιανῶν δηλαδὴ τῶν σκαιοτάτων καὶ ἀθεμίτων, οἵτινες τῇ
68.1.9
ἐμπληξίᾳ λοιπὸν ἀπονεναρκήκασι καὶ μόνον φθόνῳ καὶ ζάλῃ καὶ θορύβοις τὰ ἄτοπα
68.1.10
κινοῦσι τὴν ἀθέμιτον αὐτῶν διάνοιαν ἐπιδεικνύντες, ταῦτα φθέγξομαι. ὁρᾷς γάρ,
68.1.11
ὅπως οἱ ἄνδρες, οὓς ἐκεῖνοι ξίφει ἀνῃρῆσθαι ἔφασκον, ἐν μέσοις νῦν εἰσι καὶ τῆς
68.1.12
ζωῆς ἀπολαύουσι. πρὸς δὴ ταῦτα τί ἂν γένοιτο πρόκριμα χεῖρον οὕτω φανερῶς καὶ
68.1.13
σαφῶς ἐπιφερόμενον τῇ ἐκείνων δίκῃ, ἢ τὸ τούτους, οὓς ἀνῃρῆσθαι ἔλεγον, ζῆν τε
68.1.14
καὶ τοῦ βίου ἀπολαύειν, 68. 3 οἵτινες δηλονότι καὶ ὑπὲρ ἑαυτῶν φθέγξασθαι
68.1.15
δυνήσονται; προσέκειτο δὲ καὶ τοῖς παρὰ τῶν Μελιτιανῶν ἐκείνων καὶ τοῦτο.
68.1.16
διεβεβαιοῦντο γὰρ ἀθεμίτῳ ὁρμῇ ἐπεισελθόντα σε καὶ ἁρπάσαντα ποτήριον ἐν τῷ
68.1.17
ἁγιωτάτῳ ἀποκείμενον τόπῳ κεκλακέναι, οὗ πράγ ματος ἀληθῶς οὐδὲν μεῖζον ἦν
68.1.18
ἔγκλημα οὔτε τηλικοῦτον ἀτόπημα, εἰ τοῦτο οὕτως πε πρᾶχθαί τε καὶ ἡμαρτῆσθαι
68.1.19
συνέβαινεν. ἀλλὰ γὰρ τίς ἡ κατηγορία αὕτη; τίς δὲ ἡ μετά βασις καὶ ποικιλία τοῦ
68.1.20
πράγματος, ὡς νῦν εἰς ἕτερον πρόσωπον τὴν κατηγορίαν τοῦ ἐγκλήματος τούτου
68.1.21
μετάγειν; ὅπερ δηλονότι πρᾶγμα αὐτοῦ τοῦ φωτὸς ὡς εἰπεῖν ἐστὶ 68. 4
68.1.22
τηλαυγέστερον, ὅτι τῇ σῇ συνέσει ἐπιβουλεῦσαι ἐσπούδαζον. μετὰ δὴ ταῦτα τίς ἂν
68.1.23
ἐκείνοις τοῖς ἀνθρώποις τοῖς τοσαῦτα εἰς βλάβην ἀναπλασαμένοις ἀκολουθῆσαι
68.1.24
ἐθελή σειεν; ὅταν μάλιστα αὐτοὶ ἑαυτοὺς εἰς ὄλεθρον ἄγωσι καὶ συνορῶσιν ὅτι
68.1.25
πεπλασμένων καὶ ψευδῶν πραγμάτων εἰσὶ κατήγοροι; ὡς ἔφην τοίνυν, τίς ἂν
68.1.26
ἐκείνοις ἐξακολουθήσειε καὶ εἰς τὴν ὁδὸν τῆς ἀπωλείας πρηνὴς ἀπέλθοι; εἰς ἐκείνην
68.1.27
δηλαδὴ εἰς ἣν ἐκεῖνοι μόνοι 68. 5 τὴν ἐλπίδα τῆς σωτηρίας καὶ τῆς ἐπικουρίας ἔχειν
68.1.28
οἴονται. εἰ γὰρ βούλοιντο ἐπὶ καθαρὰν ἐλθεῖν συνείδησιν καὶ ὑπομνησθῆναι τῆς
68.1.29
ἀρίστης γνώμης καὶ ἐπὶ τὴν ὑγιαίνουσαν ἐλθεῖν διάνοιαν, ῥᾳδίως γνώσονται
68.1.30
οὐδεμίαν αὐτοῖς ὑπάρχειν ἐπικουρίαν παρὰ τῆς προνοίας, ἐπειδήπερ τοιούτων εἰσὶ
68.1.31
ζηλωταὶ καὶ ἐπὶ τῷ οἰκείῳ ὀλέθρῳ πειράζονται. ταύτην δὴ 68. 6 οὖν οὐ τραχύτητά
68.1.32
τινα, ἀλλὰ ἀλήθειαν δικαίως ἂν εἴποιμι. τὸ τελευταῖον δὲ καὶ τοῦτο προστίθημι,
68.1.33
ὅτιπερ βουλόμεθα δημοσίᾳ παρὰ τῆς σῆς συνέσεως πολλάκις ἀνα γνωσθῆναι ταῦτα,
68.1.34
ὡς ἂν ἐντεῦθεν εἰς τὴν ἁπάντων γνῶσιν ἔλθοι καὶ μάλιστα εἰς τὴν ἐκείνων
68.1.35
ἀφικέσθαι δυνηθείη, οἵτινες οὕτω πράττουσιν, οὕτως ἀναστρέφουσιν, ὡς ταῦτα 68. 7
68.1.36
ἅπερ παρ' ἡμῶν δι' εὐθείας λέγεται λόγῳ, τῇ τῆς ἀληθείας εἰρῆσθαι πράξει. ἐπεὶ
68.1.37
τοίνυν ἐν τούτῳ τῷ πράγματι τηλικοῦτόν ἐστιν ἀτόπημα, γινωσκέτωσαν οὕτω με
68.1.38
κεκρικέναι καὶ ταύτης εἶναι τῆς προαιρέσεως· εἴ τι τοιοῦτον κινοῖεν, μηκέτι λοιπὸν
68.1.39
κατὰ τοὺς τῆς ἐκκλησίας ἀλλὰ κατὰ τοὺς δημοσίους νόμους αὐτόν με δι' ἐμαυτοῦ
68.1.40
τῶν πραγ μάτων ἀκροασόμενον καὶ λοιπὸν εὑρήσοντα αὐτοὺς ὅτι μὴ μόνον κατὰ
68.1.41
τοῦ ἀνθρωπίνου γένους λῃσταί τινες ὄντες, ἀλλὰ γὰρ καὶ κατ' αὐτῆς τῆς θείας
68.1.42
διδασκαλίας φαίνονται. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.

Intertext edge

Open linked passage

Note