Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
69.1.1
Ὑπὲρ δὲ τοῦ καὶ πλέον δειχθῆναι τὴν πονηρίαν τῶν συκοφαντῶν, ἰδοὺ
69.1.2
καὶ ἔγραψεν Ἀρσένιος μετὰ τὸ εὑρεθῆναι κρυπτόμενον αὐτόν. ὡς γὰρ Ἰσχύρας
69.1.3
ἔγραψεν ὁμολογῶν τὴν συκοφαντίαν, οὕτως Ἀρσένιος γράφων ἐλέγχει πλέον
69.1.4
ἐκείνων τὴν κακοήθειαν. 69. 2 Ἀθανασίῳ μακαρίῳ πάπᾳ Ἀρσένιος ἐπίσκοπος [τῶν
69.1.5
ποτε ὑπὸ Μελίτιον] τῆς Ὑψηλιτῶν πόλεως ἅμα πρεσβυτέροις καὶ διακόνοις ἐν
69.1.6
κυρίῳ πλεῖστα χαίρειν.... Καὶ ἡμεῖς ἀσπαζόμενοι τὴν εἰρήνην καὶ ἕνωσιν πρὸς τὴν
69.1.7
καθολικὴν ἐκκλησίαν, ἧς σὺ κατὰ χάριν θεοῦ προίστασαι, προῃρημένοι τε τῷ
69.1.8
ἐκκλησιαστικῷ κανόνι κατὰ τὸν παλαιὸν τύπον ὑποτάσσεσθαι, γράφομέν σοι,
69.1.9
ἀγαπητὲ πάπα, ὁμολογοῦντες ἐν ὀνόματι κυρίου τοῦ λοιποῦ μὴ κοινωνήσειν τοῖς ἔτι
69.1.10
σχίζουσι καὶ μηδέπω εἰρηνεύουσι πρὸς τὴν καθολικὴν ἐκκλησίαν ἐπισκόποις τε καὶ
69.1.11
πρεσβυτέροις καὶ διακόνοις μήτε συνθέσθαι αὐτοῖς βουλομένοις τι ἐν συνόδῳ μήτε
69.1.12
γράμματα εἰρηνικὰ ἀποστέλλειν μήτε δέξασθαι παρ' αὐτῶν μηδ' αὖ δίχα γνώμης σου
69.1.13
τοῦ τῆς μητροπόλεως ἐπισκόπου ὅρον τινὰ ἐκφέρειν περὶ ἐπι σκόπων ἢ περὶ
69.1.14
δόγματος ἑτέρου κοινοῦ ἐκκλησιαστικοῦ, ἀλλ' εἴκειν πᾶσι τοῖς προτετυπω μένοις
69.1.15
κανόσι καθ' ὁμοιότητα τῶν ἐπισκόπων Ἀμμωνιανοῦ καὶ Τυράννου καὶ Πλουσιανοῦ
69.3.1
καὶ τῶν λοιπῶν ἐπισκόπων. πρὸς ταῦτα οὖν ἀξιοῦμεν τὴν σὴν χρηστότητα ἀντι
69.3.2
γράψαι μὲν ἡμῖν διὰ τάχους ὡσαύτως τε καὶ τοῖς συλλειτουργοῖς περὶ ἡμῶν ὅτι
69.3.3
εἴημεν ἤδη ἐπὶ τοῖς προειρημένοις ὅροις εἰρηνεύσαντες πρὸς τὴν καθολικὴν
69.3.4
ἐκκλησίαν καὶ ἑνω θέντες τοῖς συλλειτουργοῖς ἐπὶ τῶν τόπων· πιστεύομεν δέ, ὡς αἱ
69.3.5
εὐχαί σου ἐνεργήσουσιν εὐπρόσδεκτοι οὖσαι, ὥστε τὴν τοιαύτην εἰρήνην βεβαίαν
69.3.6
καὶ ἀδιάλυτον εἶναι μέχρι τέλους κατὰ τὸ βούλημα τοῦ δεσπότου τῶν ἁπάντων θεοῦ
69.3.7
διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου 69. 4 ἡμῶν. τὸ ὑπὸ σὲ ἱερατεῖον ἡμεῖς καὶ οἱ σὺν ἡμῖν
69.3.8
προσαγορεύομεν. ὅσον δὲ οὐδέπω θεοῦ ἐπιτρέποντος ἀπαντήσομεν πρὸς τὴν σὴν
69.3.9
χρηστότητα. Ἀρσένιος ἐρρῶσθαί σε εὔχομαι ἐν κυρίῳ πολλοῖς χρόνοις, μακαριώτατε
69.3.10
πάπα .

Intertext edge

Open linked passage

Note