Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Ἀρείου τοῦ ἀσεβήσαντος, ἀφ' οὗ καὶ ἡ Ἀρειομανιτῶν δι' αὐτὸν αἵρεσις
6.1.2
κέκληται, τῆς ἐκκλησίας ἐκβληθέντος ὑπὸ τοῦ μακαρίτου ἐπισκόπου Ἀλεξάνδρου οἱ
6.1.3
περὶ Εὐσέβιον μαθηταὶ τῆς ἀσεβείας αὐτοῦ καὶ κοινωνοὶ τυγχάνοντες ἑαυτοὺς
6.1.4
ἐκβεβλῆσθαι νομίζοντες, ἔγραφον πολλὰ παρακαλοῦντες Ἀλέξανδρον τὸν
6.1.5
ἐπίσκοπον μὴ ἀφεῖναι τὸν αἱρετικὸν 6. 2 Ἄρειον ἔξω τῆς ἐκκλησίας. Ἀλεξάνδρου δὲ
6.1.6
διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν μὴ δεχομένου τὸν ἀσεβῆ εἰς Ἀθανάσιον τότε διάκονον
6.1.7
ὄντα ἐλυποῦντο, ἐπειδὴ τὰ πλεῖστα συνόντα Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ
6.1.8
πολυπραγμονοῦντες αὐτὸν ἤκουον καὶ τιμώμενον παρ' αὐτοῦ. πεῖραν δὲ αὐτοῦ καὶ
6.1.9
τῆς εὐσεβείας τῆς εἰς Χριστὸν λαβόντες ἐκ τῆς συνόδου τῆς κατὰ Νίκαιαν
6.1.10
συγκροτηθείσης ἐν οἷς ἐπαρρησιάζετο κατὰ τῆς ἀσεβείας τῶν Ἀρειομανιτῶν, 6. 3
6.1.11
μειζόνως τὸ μῖσος ηὔξανον. ὡς δὲ ἐπὶ τὴν ἐπισκοπὴν αὐτὸν ὁ θεὸς ἤγαγε, τὴν ἐκ
6.1.12
παλαιοῦ τρεφομένην αὐτοῖς κακίαν ἀναζωπυρήσαντες καὶ φοβούμενοι τὴν
6.1.13
ὀρθοδοξίαν αὐτοῦ καὶ τὴν κατὰ τῆς ἀσεβείας παράστασιν (Εὐσέβιος δὲ καὶ πλεῖον
6.1.14
ὑπὸ τῆς συνειδήσεως ὧν οἶδε πληττόμενος) πάντα τρόπον ἐπεβούλευον καὶ
6.1.15
συνεσκευάζοντο τῷ ἀνδρί, ἐκίνουν 6. 4 βασιλέα κατ' αὐτοῦ, συνόδους ἠπείλουν
6.1.16
πολλάκις καὶ τέλος ἐν Τύρῳ συνῆλθον. καὶ μέχρι νῦν οὐκ ἀφίστανται κατ' αὐτοῦ
6.1.17
γράφοντες καὶ οὕτως εἰσὶν ἀπαραίτητοι, ὡς καὶ τὴν κατάστασιν τῆς ἐπισκοπῆς
6.1.18
αὐτοῦ μέμφεσθαι, πανταχοῦ δεικνύοντες ἑαυτοὺς ἐχθροὺς καὶ μισοῦντας τὸν ἄνδρα
6.1.19
καὶ ψευδῆ λέγοντες, μόνον ἵνα ἐκφαυλίσωσιν αὐτὸν ἐν ταῖς ψευδολογίαις. ἀλλὰ καὶ
6.1.20
ἐξ αὐτῶν τούτων ὧν ψεύδονται, τὰ πρότερα διελέγχουσι ψευδῆ καὶ συσκευῆς μεστά.
6.1.21
«μετὰ γὰρ τὴν τελευτήν», φασίν, «Ἀλεξάνδρου τοῦ ἐπισκόπου ὀλίγων τινῶν
6.1.22
Ἀθανασίου μνήμην ποιουμένων ἓξ ἢ ἑπτὰ ἐπισκόπων λάθρα καὶ ἐν παραβύστῳ
6.1.23
χειροτονοῦσιν αὐτόν». ταῦτα ἔγραψαν καὶ βασιλεῦσιν οἱ μηδὲν ψευδὲς 6. 5 γράφειν
6.1.24
παραιτούμενοι. ὅτι δὲ πᾶν τὸ πλῆθος καὶ πᾶς ὁ λαὸς τῆς καθολικῆς ἐκκλη σίας
6.1.25
ὥσπερ ἐκ μιᾶς ψυχῆς καὶ στόματος συνεληλυθότες ἀνεβόων, ἔκραζον αἰτοῦντες
6.1.26
Ἀθανάσιον ἐπίσκοπον τῇ ἐκκλησίᾳ, τοῦτο ηὔχοντο δημοσίᾳ τῷ Χριστῷ καὶ τοῦτο
6.1.27
ἡμᾶς ὥρκιζον ποιεῖν ἐπὶ πλείστας ἡμέρας καὶ νύκτας μήτε αὐτοὶ τῆς ἐκκλησίας
6.1.28
ἀφιστάμενοι μήτε ἡμᾶς ἐπιτρέποντες ἀφίστασθαι τούτου, καὶ ἡμεῖς μάρτυρες τούτου
6.1.29
καὶ ἡ πόλις πᾶσα καὶ ἡ ἐπαρχία, οὐδὲν μὲν ἐναντίον, ὡς ἔγραψαν ἐκεῖνοι, κατ' αὐτοῦ
6.1.30
λέγοντες, πάντα δὲ τὰ βέλτιστα, σπουδαῖον, εὐλαβῆ, Χριστιανὸν, ἕνα τῶν ἀσκητῶν,
6.1.31
ἀληθῶς ἐπίσκοπον ὀνο 6. 6 μάζοντες. ὅτι δὲ οἱ πλείονες ἡμῶν αὐτὸν ἐχειροτόνησαν
6.1.32
ὑπὸ ταῖς τῶν πάντων ὄψεσι καὶ βοαῖς, μάρτυρες πάλιν ἡμεῖς ἀξιοπιστότεροι τῶν
6.1.33
ἀπόντων καὶ ψευδομένων οἱ χειρο τονήσαντες, ἀλλ' ὅμως Εὐσέβιος τὴν κατάστασιν
6.1.34
Ἀθανασίου μέμφεται ἄνθρωπος τάχα μηδὲ κατάστασιν ὅλως ἐσχηκώς, εἰ δέ που καὶ
6.1.35
ἔσχεν αὐτὸς ἀκυρώσας αὐτήν. ἐν Βηρυτῷ μὲν ἦν ἀπ' ἀρχῆς, Βηρυτὸν δὲ ἀφεὶς εἰς
6.1.36
Νικομήδειαν ἦλθε, τὴν μὲν παρὰ νόμον ἀφείς, εἰς τὴν δὲ παρὰ νόμον ἐπιβαίνων, καὶ
6.1.37
τὴν μὲν οἰκείαν ἀστόργως καταλελοιπώς, τὴν δὲ ἀλλοτρίαν ἀλόγως κατέχων, καὶ
6.1.38
τῆς μὲν πρώτης τὴν στοργὴν ὑπὸ τῆς ἀλλοτρίας ἐπιθυ 6. 7 μίας παριδών, τῇ δὲ
6.1.39
δευτέρᾳ μηδὲ ἣν ὑπὸ τῆς ἐπιθυμίας ἔσχε τηρήσας. ἰδοὺ γὰρ κἀκεῖθεν ἀποστὰς
6.1.40
ἀλλοτρίαν πάλιν κατέχει πανταχοῦ ταῖς ἀλλοτρίαις ἐποφθαλμιῶν πόλεσι καὶ ἐν
6.1.41
πλούτῳ καὶ ἐν μεγέθει πόλεων νομίζων εἶναι τὴν εὐσέβειαν, καὶ τὸν κλῆρον τοῦ
6.1.42
θεοῦ, καθ' ὃν ἐτάχθη τις, μηδὲν ἡγούμενος, οὐκ εἰδώς, ὅτι καὶ «ὅπου δύο ἢ τρεῖς
6.1.43
συνηγμένοι εἰσὶν ἐπὶ τῷ ὀνόματι τοῦ κυρίου, ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν ὁ κύριος»,
6.1.44
οὐκ ἐνθυμούμενος τὸ παρὰ τοῦ ἀποστόλου λεχθὲν ὅτι «οὐκ ἐν ἀλλοτρίοις καμάτοις
6.1.45
καυχήσομαι», οὐ συνορῶν τὸ παρ' αὐτοῦ παράγγελμα «δέδεσαι γυναικί, μὴ ζήτει
6.1.46
λύσιν». εἰ δὲ ἐπὶ γυναικὸς τὸ ῥητόν, πόσῳ μᾶλλον ἐπὶ ἐκκλησίας καὶ τῆς αὐτῆς
6.1.47
ἐπισκοπῆς, ᾗ ὁ συνδεθεὶς ἄλλην οὐκ ὀφείλει ζητεῖν, ἵνα μὴ καὶ μοιχὸς παρὰ ταῖς
6.1.48
θείαις εὑρίσκηται γραφαῖς.

Intertext edge

Open linked passage

Note