Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
72.1.1
Τούτους Μελίτιος καὶ παρόντας παρέδωκεν Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ.
72.1.2
τοῦ δὲ λεγο μένου Ἰσχύρα οὔτ' ἐμνημόνευσεν οὔτε ὅλως ἐν τῷ Μαρεώτῃ ἐσχηκέναι
72.1.3
πρεσβύτερον πώποτε ὡμολόγησε. καὶ ὅμως καὶ οἱ ἐχθροὶ οὐκ ἀφίσταντο καὶ ὁ μὴ
72.1.4
πρεσβύτερος ὡς πρεσ 72. 2 βύτερος ἐπλάττετο. κόμης γὰρ ἦν ὁ ἀναγκάζων καὶ
72.1.5
στρατιῶται εἷλκον ἡμᾶς. ἀλλὰ καὶ οὕτως ἡ χάρις τοῦ θεοῦ νενίκηκεν· οὔτε γὰρ
72.1.6
Μακάριον ἤλεγξαν περὶ τοῦ ποτηρίου, ἀλλὰ καὶ Ἀρσένιος, ὃν ἐθρύλησαν ἀνῃρῆσθαι
72.1.7
παρ' ἡμῶν, εἱστήκει ζῶν καὶ δεικνύων τὴν ἐκείνων 72. 3 συκοφαντίαν. μὴ
72.1.8
δυνηθέντων τοίνυν ἐκείνων ἐλέγξαι τὸν Μακάριον οἱ περὶ Εὐσέβιον ἐχαλέπαινον
72.1.9
ὡς ἀπολέσαντες ὅπερ ἐθήρευον, καὶ πείθουσι τὸν κόμητα τὸν σὺν αὐτοῖς Διονύσιον,
72.1.10
ἵν' εἰς τὸν Μαρεώτην ἀποστείλῃ, μὴ ἄρα τι δυνηθῶσιν εὑρεῖν ἐκεῖ κατὰ τοῦ
72.1.11
πρεσβυτέρου, μᾶλλον δὲ ἵνα ἀπελθόντες καττύσωσιν ἀπόντων ἡμῶν, ὡς βούλονται.
72.1.12
τοῦτο γὰρ ἦν τὸ σπουδαζόμενον αὐτοῖς. ἀμέλει λεγόντων ἡμῶν «περιττὴν μὲν εἶναι
72.1.13
τὴν εἰς τὸν Μαρεώτην ἀποδημίαν», ἃ γὰρ ἐκ πολλοῦ χρόνου μεμελετήκασι, μὴ
72.1.14
προφασιζέσθωσαν ἐνδεῶς εἰρηκέναι μηδὲ ὑπερτιθέσθωσαν, ἃ γὰρ ἐνόμιζον ἔχειν
72.1.15
εἰρήκασι καὶ λοιπὸν ἀπο ροῦντες προφασίζονται· ἢ εἰ χρεία καὶ τοῦ Μαρεώτου, τοὺς
72.1.16
γοῦν ὑπόπτους μὴ πέμπεσθαι. 72. 4 ὁ μὲν κόμης περὶ τῶν ὑπόπτων ἐπείθετο, ἐκεῖνοι
72.1.17
δὲ πάντα μᾶλλον ἢ τοῦτο πεποιήκασιν. οὓς γὰρ παρῃτούμεθα διὰ τὴν ἀρειανὴν
72.1.18
αἵρεσιν, οὗτοι σπουδαίως ἀπῆλθον, Διόγνιος Μάρις Θεόδωρος Μακεδόνιος
72.1.19
Οὐρσάκιος καὶ Οὐάλης. πάλιν τε γράμματα πρὸς τὸν ἔπαρχον τῆς Αἰγύπτου, καὶ
72.1.20
στρατιωτικὴ δορυφορία, καὶ τό γε θαυμαστὸν καὶ πάσης ὑπερ οψίας γέμον,
72.1.21
Μακάριον μὲν τὸν κατηγορούμενον πεποιήκασι διὰ στρατιωτῶν ἀπομεῖναι, 72. 5 τὸν
72.1.22
δὲ κατήγορον μεθ' ἑαυτῶν ἀπήγαγον. τίς οὖν λοιπὸν ἐκ τούτων οὐ θεωρεῖ τὴν
72.1.23
συσκευήν; τίς οὐ συνορᾷ λευκῶς τῶν περὶ Εὐσέβιον τὴν πονηρίαν; εἰ γὰρ κρίσεως ἦν
72.1.24
ἐν τῷ Μαρεώτῃ χρεία, ἔδει καὶ τὸν κατηγορούμενον ἀποστέλλεσθαι, εἰ δὲ μὴ
72.1.25
κρίσεως ἕνεκεν ἀπήρχοντο, διὰ τί τὸν κατήγορον ἐπήγοντο; καὶ γὰρ ἤρκει ὅτι μὴ
72.1.26
ἀπέδειξεν. ἀλλὰ τοῦτο πεποιήκασιν, ἵν', ἐπειδὴ παρόντα τὸν πρεσβύτερον οὐκ
72.1.27
ἤλεγξαν, τοῦτον ἀπόντα 72. 6 συσκευάσωνται καὶ τυρεύσωσιν, ἅπερ αὐτοῖς ἐδόκει.
72.1.28
καὶ γὰρ τοὺς πρεσβυτέρους τῆς Ἀλεξανδρείας καὶ τῆς χώρας πάσης μεμψαμένους, ὅτι
72.1.29
μόνοι παρεγένοντο, καὶ ἀξιοῦντας κἂν αὐτοὺς παρεῖναι οἷς ἔπραττον (εἰδέναι γὰρ
72.1.30
ἔλεγον καὶ τὸ πρᾶγμα καὶ τὰ κατὰ τὸν λεγόμενον Ἰσχύραν) οὐκ ἐπέτρεψαν, ἀλλὰ
72.1.31
τὸν μὲν ἔπαρχον τῆς Αἰγύπτου Φιλάγριον παραβάτην καὶ στρατιώτας ἐθνικοὺς εἶχον
72.1.32
μεθ' ἑαυτῶν ἐξετάζοντας ἃ μηδὲ κατηχου μένους ἔπρεπε θεωρεῖν, τοὺς δὲ κληρικοὺς
72.1.33
οὐ συνεχώρησαν, ἵνα μὴ κἀκεῖ ὥσπερ ἐν τῇ Τύρῳ τοὺς διελέγχοντας αὐτοὺς ἔχωσιν.

Intertext edge

Open linked passage

Note