Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
73.1.1
Ἀλλ' οὐδὲ οὕτως λαθεῖν ἠδυνήθησαν. συνορῶντες γὰρ οἱ πρεσβύτεροι
73.1.2
τῆς πόλεως καὶ τοῦ Μαρεώτου τὰς κακουργίας αὐτῶν ἔγραψαν καὶ διεμαρτύραντο
73.1.3
ταῦτα· 73. 2ν Θεογνίῳ, Μάρι καὶ Μακεδονίῳ, Θεοδώρῳ καὶ Οὐρσακίῳ καὶ Οὐάλεντι
73.1.4
τοῖς ἀπὸ Τύρου ἐλθοῦσιν ἐπισκόποις παρὰ τῶν πρεσβυτέρων καὶ διακόνων τῆς
73.1.5
καθολικῆς ἐκ κλησίας Ἀλεξανδρείας ὑπὸ τὸν αἰδεσιμώτατον ἐπίσκοπον Ἀθανάσιον.
73.1.6
Ἔπρεπεν ὑμᾶς ἐρχομένους καὶ ἄγοντας μεθ' ἑαυτῶν τὸν κατήγορον ἀγαγεῖν καὶ
73.1.7
Μακάριον τὸν πρεσβύτερον. αἱ γὰρ κρίσεις οὕτως συνίστανται κατὰ τὰς ἁγίας
73.1.8
γραφάς, ὥστε τὸν κατήγορον μετὰ τοῦ κατηγορουμένου ἑστάναι. ἐπειδὴ δὲ οὔτε
73.1.9
Μακάριον ἠγάγετε οὔτε ὁ αἰδεσιμώτατος ἡμῶν ἐπίσκοπος Ἀθανάσιος μεθ' ὑμῶν
73.1.10
εἰσῆλθεν, ἠξιώσαμεν κἂν αὐτοὶ παρεῖναι ἐν τῇ κρίσει, ἵνα παρόντων ἡμῶν ἀσφαλὴς
73.1.11
ἡ ἐξέτασις γένηται καὶ πει 73. 3 σθῶμεν καὶ ἡμεῖς. ἐπειδὴ δὲ οὐ τοῦτο συνεχωρήσατε,
73.1.12
ἀλλὰ μόνοι μετὰ τοῦ ἐπάρχου τῆς Αἰγύπτου καὶ τοῦ κατηγόρου ἠθελήσατε πράττειν
73.1.13
ἃ βούλεσθε, ὁμολογοῦμεν ὅτι ὑποψίαν εἴδομεν ἐν τῷ πράγματι πονηράν, καὶ
73.1.14
ἐθεωρήσαμεν ὅτι συσκευὴ καὶ ἐπιβουλὴ μόνον ἐστὶν ἡ εἴσοδος ὑμῶν. διὰ τοῦτο
73.1.15
ταύτην ὑμῖν ἐπιδίδομεν τὴν ἐπιστολὴν μαρτύριον ἐσομένην εἰς ἀληθινὴν σύνοδον,
73.1.16
ἵνα γνωσθῇ πᾶσιν ὅτι κατὰ μονομέρειαν, ἅπερ ἠθελή 73. 4 σατε, ἐπράξατε καὶ οὐδὲν
73.1.17
ἕτερον ἢ συσκευὴν ἠθελήσατε συνθεῖναι καθ' ἡμῶν. τού των δὲ τὰ ἴσα
73.1.18
ἐπιδεδώκαμεν καὶ Παλλαδίῳ τῷ κουριώσῳ τοῦ Αὐγούστου, ἵνα μὴ κρυβῇ παρ' ὑμῶν.
73.1.19
ἃ γὰρ ἐπράξατε, τοιαῦτα λοιπὸν ἡμᾶς ὑποπτεύειν καὶ λογίζεσθαι ποιεῖ περὶ ὑμῶν.
73.5.1
Διονύσιος πρεσβύτερος ἐπιδέδωκα Ἀλέξανδρος πρεσβύτερος Νειλαρᾶς
73.5.2
πρεσβύτερος Λόγγος πρεσβύτερος Ἀφθόνιος πρεσβύτερος Ἀθανάσιος πρεσβύτερος
73.5.3
Ἀμύντιος πρεσβύτερος Πιστὸς πρεσβύτερος Πλουτίων πρεσβύτερος Διόσκορος
73.5.4
πρεσβύτερος Ἀπολλώνιος πρεσβύτερος Σαραπίων πρεσβύτερος Ἀμμώνιος
73.5.5
πρεσβύτερος Γάιος πρεσβύτερος Ῥῖνος πρεσβύτερος Αἰθαλὴς πρεσβύτερος Διάκονοι
73.5.6
Μαρκελλῖνος διάκονος Ἀππιανὸς διάκονος Θέων διάκονος Τιμόθεος διάκονος καὶ
73.5.7
Τιμόθεος ἄλλος διάκονος.