Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
75.1.1
Διὸ καὶ ἐλθόντες οἱ περὶ Θεόγνιον καὶ Θεόδωρον καὶ Μάριν καὶ
75.1.2
Μακεδόνιον καὶ Οὐρσάκιον καὶ Οὐάλεντα εἰς τὸν Μαρεώτην οὐδὲν εὑρόντες ἀληθές,
75.1.3
ἀλλὰ μέλλοντος τοῦ πράγματος ἐλέγχεσθαι ὅτι συκοφαντίαν εἰργάσαντο κατὰ τοῦ
75.1.4
ἐπισκόπου ἡμῶν Ἀθα νασίου αὐτοὶ οἱ περὶ Θεόγνιον ἐχθροὶ τυγχάνοντες τοὺς
75.1.5
συγγενεῖς αὐτοῦ καί τινας 75. 2 Ἀρειομανίτας πεποιήκασιν εἰπεῖν, ἅπερ ἤθελον. οὐ
75.1.6
γάρ τις τοῦ λαοῦ κατὰ τοῦ ἐπισκόπου εἴρηκεν, ἀλλ' αὐτοὶ τῷ φόβῳ τοῦ ἐπάρχου τῆς
75.1.7
Αἰγύπτου Φιλαγρίου καὶ 75. 3 ταῖς ἀπειλαῖς καὶ τῇ προστασίᾳ τῶν Ἀρειομανιτῶν,
75.1.8
ἅπερ ἠθέλησαν, πεποιήκασι. καὶ γὰρ ἐλθόντας ἡμᾶς ἐλέγξαι τὴν συκοφαντίαν οὐκ
75.1.9
ἐπέτρεψαν, ἀλλὰ ἀπέρριπτον μὲν ἡμᾶς, οὓς δὲ ἤθελον συσκευαζόμενοι
75.1.10
προσεδέχοντο καὶ συνετίθεντο αὐτοῖς διὰ τὸν φόβον τοῦ ἐπάρχου Φιλαγρίου, δι' ὃν
75.1.11
οὔτε παρεῖναι ἡμᾶς ἐπέτρεψαν, ἵνα κἂν τοὺς ὑποβαλλομένους 75. 4 ὑπ' αὐτῶν
75.1.12
δυνηθῶμεν ἐλέγξαι, εἰ τῆς ἐκκλησίας εἰσὶν ἢ Ἀρειομανῖται. οἴδατε δέ, ἀγαπητοὶ
75.1.13
πατέρες, καὶ ὑμεῖς, ὡς διδάσκετε ἡμᾶς, ὅτι ἐχθρῶν οὐκ ἰσχύει μαρτυρία. καὶ ὅτι μὲν
75.1.14
ἀληθεύομεν, μαρτυρεῖ μὲν καὶ ἡ χεὶρ Ἰσχύρα, μαρτυρεῖ δὲ καὶ τὰ πράγματα αὐτά, ὅτι
75.1.15
ἡμῶν μὲν μηδὲν συνειδότων τοιοῦτόν τι γεγενῆσθαι Φιλάγριον παρέλαβον μεθ'
75.1.16
ἑαυτῶν, 75. 5 ἵνα τῷ φόβῳ τοῦ ξίφους καὶ ταῖς ἀπειλαῖς ἃ βούλονται συσκευάσωνται.
75.1.17
ταῦτα ὡς ἐπὶ θεοῦ μαρτυροῦμεν, ταῦτα ὡς εἰδότες καὶ ἐσομένην κρίσιν παρὰ θεοῦ
75.1.18
λέγομεν, θέλοντες μὲν ἐλθεῖν πάντες πρὸς ὑμᾶς, ἀρκεσθέντες δὲ τοῖς ἐξ ἡμῶν, ἵνα τὰ
75.1.19
γράμματα τὴν τῶν μὴ παραγενομένων παρουσίαν ἀποπληρώσῃ. 75. 6 Ἰγγένιος
75.1.20
πρεσβύτερος ἐρρῶσθαι ὑμᾶς εὔχομαι ἐν κυρίῳ, ἀγαπητοὶ πατέρες Θέων πρεσβύτερος
75.1.21
Ἀμμωνᾶς πρεσβύτερος Ἡράκλειος πρεσβύτερος Βόκκων πρεσβύτερος Τρύφων
75.1.22
πρεσβύτερος Πέτρος πρεσβύτερος Ἱέραξ πρεσβύτερος Σαραπίων πρεσβύτερος
75.1.23
Μάρκος πρεσβύτερος Πτολλαρίων πρεσβύτερος Γάιος πρεσβύτερος Διόσκορος
75.1.24
πρεσβύτερος Δημήτριος πρεσβύτερος Θύρσος πρεσβύτερος Διάκονοι Πιστὸς διάκονος
75.1.25
Ἀπολλὼς διάκονος Σερρᾶς διάκονος Πιστὸς διάκονος Πολύνικος διάκονος
75.1.26
Ἀμμώνιος διάκονος Μαῦρος διάκονος Ἥφαιστος διάκονος Ἀπολλὼς διάκονος
75.1.27
Μετωπᾶς διάκονος Ἀπολλὼς διάκονος Σεραπᾶς διάκονος Μελίφθογγος διάκονος
75.1.28
Λούκιος διάκονος Γρηγορᾶς διάκονος

Intertext edge

Open linked passage

Note