Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
76.1.1
Οἱ αὐτοὶ πρὸς τὸν κουριῶσον καὶ Φιλάγριον τότε λεγόμενον ἔπαρχον
76.1.2
Αἰγύπτου Φλαβίῳ Φιλαγρίῳ καὶ Φλαβίῳ Παλλαδίῳ δουκιναρίῳ παλατίνῳ κουριώσῳ
76.1.3
καὶ Φλαβίῳ Ἀντωνίνῳ βιάρχῳ κεντηναρίῳ τῶν κυρίων μου τῶν λαμπροτάτων
76.1.4
ἐπάρχων τοῦ ἱεροῦ πραιτωρίου παρὰ τῶν πρεσβυτέρων καὶ διακόνων τοῦ
76.1.5
Μαρεώτου, νομοῦ τῆς καθολικῆς ἐκκλησίας τῆς ὑπὸ τὸν αἰδεσιμώτατον ἐπίσκοπον
76.1.6
Ἀθανάσιον· διὰ τῶν ἑξῆς ὑπογραφόντων τάδε μαρτυρούμενοι ἐπιδιδόαμεν· 76. 2
76.1.7
Ἐπειδὴ Θεόγνιος καὶ Μάρις καὶ Μακεδόνιος καὶ Θεόδωρος καὶ Οὐρσάκιος καὶ
76.1.8
Οὐάλης ὡς ἀποσταλέντες ὑπὸ πάντων τῶν ἐπισκόπων τῶν συνελθόντων ἐν τῇ Τύρῳ
76.1.9
ἀπήντησαν ἐν τῇ ἡμετέρᾳ παροικίᾳ φάσκοντες ἐντολὰς εἰληφέναι, ὡς ζητῆσαί τινα
76.1.10
ἐκ κλησιαστικὰ πράγματα, ἐν οἷς ἔλεγον καὶ περὶ ποτηρίου κυριακοῦ κεκλασμένου
76.1.11
ὑπο βληθέντος αὐτοῖς ὑπὸ Ἰσχύρα, ὃν ἤγαγον μεθ' ἑαυτῶν, λέγοντος ἑαυτὸν εἶναι
76.1.12
πρεσ 76. 3 βύτερον, ὃς οὐκ ἔστι πρεσβύτερος,– ὑπὸ γὰρ Κολλούθου τοῦ πρεσβυτέρου
76.1.13
φαντασθέντος ἐπισκοπὴν καὶ ὕστερον ὑπὸ κοινῆς συνόδου Ὁσίου καὶ τῶν σὺν αὐτῷ
76.1.14
ἐπισκόπων κε λευσθέντος πρεσβυτέρου εἶναι, καθὸ καὶ πρότερον ἦν, κατεστάθη καὶ
76.1.15
κατὰ ἀκολουθίαν πάντες οἱ ὑπὸ Κολλούθου κατασταθέντες ἀνέδραμον εἰς τὸν αὐτὸν
76.1.16
τόπον, εἰς ὃν καὶ πρό τερον ἦσαν, ὡς καὶ αὐτὸς Ἰσχύρας λαικὸς ὤφθη, ἥν τε λέγει
76.1.17
ἔχειν ἐκκλησίαν, μηδὲ πώποτε ἐκκλησίαν γεγενῆσθαι, ἀλλ' οἰκητικὸν οἰκημάτιον
76.1.18
μικρὸν ὀρφανοῦ παιδίου Ἰσίωνος 76. 4 τοὔνομα,– καὶ διά τοι τοῦτο τῇδε τῇ
76.1.19
διαμαρτυρίᾳ ἐχρησάμεθα ἐπορκίζοντές σε κατὰ τοῦ παντοκράτορος θεοῦ καὶ κατὰ
76.1.20
τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου τοῦ Αὐγούστου, καὶ τῶν ἐπιφανεστάτων
76.1.21
Καισάρων παίδων αὐτοῦ ταῦτα αὐτὰ εἰς γνῶσιν ἀνενεγκεῖν τῇ εὐσεβείᾳ αὐτῶν. οὔτε
76.1.22
γὰρ πρεσβύτερός ἐστι τῆς καθολικῆς ἐκκλησίας οὔτε ἐκκλησίαν 76. 5 ἔχει οὔτε ποτὲ
76.1.23
ποτήριον ἐκλάσθη, ἀλλὰ πάντα ψεύδεται καὶ πλάττεται. ὑπατείᾳ 76. 5 Ἰουλίου
76.1.24
Κωνσταντίου τοῦ λαμπροτάτου πατρικίου ἀδελφοῦ τοῦ εὐσεβεστάτου βασιλέως
76.1.25
Κωνσταντίνου τοῦ Αὐγούστου καὶ Ῥουφίνου Ἀλβίνου τῶν λαμπροτάτων, Θὼθ
76.1.26
δεκάτῃ .

Intertext edge

Open linked passage

Note