Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
78.1.1
Φλαβίῳ Διονυσίῳ τῷ λαμπροτάτῳ κόμητι παρὰ τῶν ἐπισκόπων τῆς
78.1.2
Αἰγύπτου καθολικῆς ἐκκλησίας τῶν ἐλθόντων εἰς Τύρον. 78. 2 Οὐκέτι νομίζομεν τὴν
78.1.3
συσκευὴν ἄδηλον εἶναι τὴν παρὰ τῶν περὶ Εὐσέβιον καὶ Θεόγνιον καὶ Μάριν καὶ
78.1.4
Νάρκισσον καὶ Θεόδωρον καὶ Πατρόφιλον ἡμῖν γιγνομένην. κατ' ἀρχὴν μὲν γὰρ
78.1.5
παρῃτούμεθα πάντες διὰ τοῦ συλλειτουργοῦ ἡμῶν Ἀθανασίου παρόντων αὐτῶν τὴν
78.1.6
ἀκρόασιν γενέσθαι εἰδότες ὅτι καὶ ἑνὸς μόνου ἐχθροῦ παρουσία, 78. 3 μήτιγε πολλῶν,
78.1.7
ταράττειν καὶ βλάπτειν δύναται τὴν ἀκρόασιν. φανερὰ γάρ ἐστιν ἡ ἔχθρα αὐτῶν, ἣν
78.1.8
οὐ πρὸς ἡμᾶς μόνον ἐσχήκασιν, ἀλλὰ καὶ πρὸς πάντας τοὺς ὀρθο δόξους, ὅτι κατὰ
78.1.9
πάντα ἐπιφύονται καὶ πᾶσι συσκευάζονται. ἐπειδὴ δὲ θαρροῦντες ἡμεῖς τῇ ἀληθείᾳ
78.1.10
δεῖξαι τὴν συκοφαντίαν τὴν κατὰ τῆς ἐκκλησίας ὑπὸ τῶν Μελιτιανῶν γενομένην
78.1.11
ἠθελήσαμεν, οὐκ οἴδαμεν πῶς αὐτοὶ οἱ περὶ Εὐσέβιον ταράττειν τὰ παρ' ἡμῶν
78.1.12
λεγόμενα ἐπειρῶντο καὶ ἐπὶ πολὺ ἐσπούδαζον τὰ παρ' ἡμῶν λεγόμενα ἐκβάλλεσθαι,
78.1.13
τοῖς μὲν ἀκεραίως δικάζουσιν ἀπειλοῦντες, τοὺς δὲ καὶ ὑβρίζοντες, μόνον ἵνα τὸ
78.1.14
καθ' 78. 4 ἡμῶν σπουδαζόμενον αὐτοῖς γένηται. καὶ ἴσως ἡ χρηστότης σου ἠγνόει τὴν
78.1.15
καθ' ἡμῶν γινομένην παρ' αὐτῶν συσκευήν, ἀλλὰ νῦν νομίζομεν φανερὰν αὐτὴν
78.1.16
γεγενῆσθαι. ἰδοὺ γὰρ φανερῶς αὐτοὶ τὴν συσκευὴν ἐνεδείξαντο. τοὺς γὰρ ἐξ ἑαυτῶν
78.1.17
ὑποπτευομένους ἀποστεῖλαι ἠθέλησαν εἰς τὸν Μαρεώτην, ἵνα ἀπόντων ἡμῶν καὶ
78.1.18
ἐνταῦθα μενόντων τοὺς 78. 5 μὲν λαοὺς ταράξωσιν, ἃ δὲ βούλονται διαπράξωνται.
78.1.19
εἰδότες γὰρ ὅτι Ἀρειομανῖται καὶ Κολλουθιανοὶ καὶ Μελιτιανοὶ ἐχθροὶ τῆς
78.1.20
ἐκκλησίας εἰσί, διὰ τοῦτο ἐσπούδασαν ἀπο στεῖλαι τούτους, ἵνα παρόντων ἐχθρῶν
78.1.21
καττύσωσι καθ' ἡμῶν, ἃ βούλονται. καὶ γὰρ ἤδη οἱ ἐνταῦθα Μελιτιανοὶ ἀπέστειλαν
78.1.22
ἐξ αὑτῶν τινας καὶ πρὸ τεσσάρων μὲν ἡμερῶν ὥσπερ εἰδότες τοῦτο τὸ σκέμμα
78.1.23
γενόμενον ἔσεσθαι, καθ' ἑσπέραν δὲ δύο βηριδαρίους πρὸς τὸ καὶ ἀπὸ τῆς Αἰγύπτου
78.1.24
Μελιτιανοὺς συναγαγεῖν εἰς τὸν Μαρεώτην, διὰ τὸ μὴ εἶναι ἐκεῖ μηδένα καθόλου,
78.1.25
καὶ Κολλουθιανοὺς καὶ Ἀρειομανίτας ἀπ' ἄλλων τόπων καὶ 78. 6 καττῦσαι καθ' ἡμῶν
78.1.26
αὐτοὺς λέγειν. οἶδε δέ σου ἡ χρηστότης ὅτι αὐτὸς Ἰσχύρας ὡμολόγησεν ἐπὶ σοῦ μὴ
78.1.27
πλέον ἑπτὰ συναγομένων ἔχειν. ἐπεὶ οὖν μετὰ τὸ αὐτοὺς κατα σκευάσαι, ὅπερ
78.1.28
βούλονται, καὶ ἀποστεῖλαι τοὺς ὑπόπτους ἠκούσαμεν ὅτι καθ' ἕκαστον τῶν
78.1.29
ἐπισκόπων περιερχόμενοι ἀπαιτοῦσιν ὑπογραφὴν πρὸς τὸ δοκεῖν τῇ πάντων αὐτῶν
78.1.30
σκέψει γενέσθαι, τούτου ἕνεκεν ἀνενεγκεῖν ἐπὶ τὴν σὴν λαμπρότητα ἠπείχθημεν καὶ
78.1.31
ἐπιδοῦναι τόδε τὸ μαρτύριον, μαρτυρόμενοι μὲν ὅτι συσκευαζόμεθα καὶ πάσχομεν
78.1.32
ὑπ' αὐτῶν καὶ δι' αὐτῶν ἐπιβουλήν, ἀξιοῦντες δὲ ὅπως ἐν νῷ λαβὼν τὸν φόβον τοῦ
78.1.33
θεοῦ καὶ τὰς εὐσεβεῖς ἐντολὰς τοῦ θεοφιλεστάτου βασιλέως ὡς καταγνοὺς ὅτι χωρὶς
78.1.34
ἡμῶν οὓς ἠθέλησαν ἀπέστειλαν, μὴ ἀνάσχῃ αὐτῶν. 78. 7 Ἀδαμάντιος ἐπίσκοπος
78.1.35
ἐπιδέδωκα Ἰσχύρας Ἄμμων Πέτρος Ἀμμωνιανὸς Τύραννος Ταυρῖνος Σαραπάμμων
78.1.36
Αἰλουρίων Ἁρποκρατίων Μωυσῆς Ὀπτᾶτος Ἀνουβίων Σαπρίων Ἀπολλώνιος
78.1.37
Ἰσχυρίων Ἀρβαιθίων Ποτάμων Παφνούτιος Ἡρακλείδης Θεόδωρος Ἀγαθάμμων
78.1.38
Γάιος Πιστός Ἀθάς Νίκων Πελάγιος Θέων Πανινούθιος Νόννος Ἀρίστων Θεόδωρος
78.1.39
Εἰρηναῖος Βλαστάμμων Φίλιππος Ἀπολλώς Διόσκορος Τιμόθεος Διοσπόλεως
78.1.40
Μακάριος Ἡρακλάμμων Κρόνιος Μοῦις Ἰάκωβος Ἀρίστων Ἀρτεμίδωρος Φινεές Ψάις
78.1.41
Ἡρακλείδης

Intertext edge

Open linked passage

Note