Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
79.1.1
Καὶ δεύτερον οἱ αὐτοί Φλαυίῳ Διονυσίῳ τῷ λαμπροτάτῳ κόμητι οἱ ἐν
79.1.2
Τύρῳ ἀπ' Αἰγύπτου ἐλθόντες ἐπίσκοποι τῆς καθολικῆς ἐκκλησίας. Πολλὰς ὁρῶντες
79.1.3
συσκευὰς καθ' ἡμῶν γινομένας καὶ ἐπιβουλὰς ἐκ συσκευῆς τῶν περὶ Εὐσέβιον καὶ
79.1.4
Νάρκισσον καὶ Φλάκιλλον καὶ Θεόγνιον καὶ Μάριν καὶ Θεόδωρον καὶ Πατρόφιλον,
79.1.5
οὓς κατὰ τὴν ἀρχὴν θελήσαντες παραιτήσασθαι οὐκ ἐπετράπημεν, ἀνάγκην ἔχομεν
79.1.6
ἐπὶ τήνδε τὴν διαμαρτυρίαν ἐλθεῖν. καὶ γὰρ πολλὴν ὑπὲρ Μελιτιανῶν ὁρῶμεν
79.1.7
σπουδὴν γιγνομένην, κατὰ δὲ τῆς καθολικῆς ἐκκλησίας τῆς ἐν Αἰγύπτῳ δι' ἡμῶν
79.1.8
ἐπιβουλήν. ὅθεν ἐπιδίδομέν σοι τήνδε τὴν ἐπιστολὴν ἀξιοῦντες ἐν νῷ σε λαβεῖν τὸν
79.1.9
θεὸν 79. 2 τὸν παντοκράτορα τὸν τὴν βασιλείαν τοῦ εὐσεβεστάτου καὶ
79.1.10
θεοφιλεστάτου βασιλέως Κωνσταντίνου διαφυλάττοντα τηρῆσαι τὴν ἀκρόασιν τῶν
79.1.11
καθ' ἡμᾶς πραγμάτων αὐτῷ τῷ εὐσεβεστάτῳ βασιλεῖ. καὶ γὰρ εὔλογον ἀποσταλέντα
79.1.12
σε παρὰ τῆς βασιλείας αὐτοῦ 79. 3 καὶ ἡμῶν ἐπικαλεσαμένων τὴν εὐσέβειαν αὐτοῦ
79.1.13
αὐτῷ τηρῆσαι τὸ πρᾶγμα. οὐκέτι γὰρ φέρομεν συσκευαζόμενοι καὶ ἐπιβουλευόμενοι
79.1.14
διὰ τῶν περὶ Εὐσέβιον τῶν προειρημένων. καὶ διὰ τοῦτο τῷ εὐσεβεστάτῳ καὶ
79.1.15
θεοφιλεστάτῳ βασιλεῖ τηρηθῆναι τὸ πρᾶγμα ἀξιοῦ μεν, παρ' ᾧ δυνάμεθα καὶ τὰ
79.1.16
δίκαια τῆς ἐκκλησίας καὶ τὰ ἑαυτῶν παραθέσθαι. πιστεύο 79. 4 μεν γὰρ ὅτι ἡ εὐσέβεια
79.1.17
αὐτοῦ ἀκούσασα οὐ καταγνώσεται ἡμῶν. καὶ πάλιν οὖν ὁρκίζο μέν σε τὸν
79.1.18
παντοκράτορα θεὸν καὶ τὸν εὐσεβέστατον βασιλέα ἀεὶ εἰς πολλὰς ἐτῶν περιόδους
79.1.19
νικῶντα καὶ ὑγιαίνοντα μετὰ τῶν παίδων τῆς εὐσεβείας αὐτοῦ μηδὲν πλέον πρᾶξαι
79.1.20
μηδὲ ἐπιτρέψαι τι σεαυτῷ ἐν τῇ συνόδῳ κινῆσαι περὶ τῶν καθ' ἡμᾶς πραγ μάτων,
79.1.21
ἀλλὰ τηρῆσαι τῇ εὐσεβείᾳ αὐτοῦ τὴν ἀκρόασιν. περὶ δὲ τῶν αὐτῶν καὶ τοῖς κυρίοις
79.1.22
μου ἐπισκόποις τοῖς ὀρθοδόξοις ἐδηλώσαμεν.