Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1.1
Ἀλλὰ καὶ τοιαῦτα ἑαυτῷ συνειδὼς τετόλμηκε τὴν κατάστασιν Ἀθανασίου
7.1.2
τὴν ὑπὸ πάντων ἐπὶ καλοῖς μαρτυρουμένην διαβάλλειν, καὶ καθαίρεσιν ὀνειδίζειν
7.1.3
αὐτῷ τολμᾷ καθαιρεθεὶς αὐτὸς καὶ μάρτυρα τῆς καθαιρέσεως ἔχων τὴν ἀντ' αὐτοῦ
7.1.4
κατάστασιν. πῶς οὖν ἢ αὐτὸς ἢ Θεόγνιος ἠδύναντο καθαιρεῖν ἄλλον αὐτοὶ
7.1.5
καθαιρεθέντες καὶ ταῖς ἀντ' 7. 2 αὐτῶν καταστάσεσιν ἐλεγχόμενοι; οἴδατε γὰρ
7.1.6
ἀκριβῶς, ὅτι Ἀμφίων μὲν ἐν Νικο μηδείᾳ, Χρηστὸς δὲ ἐν Νικαίᾳ κατεστάθησαν ἀντ'
7.1.7
αὐτῶν διὰ τὴν οἰκείαν ἀσέβειαν καὶ τὴν πρὸς τοὺς Ἀρειομανίτας κοινωνίαν τοὺς
7.1.8
ἀπὸ τῆς συνόδου τῆς οἰκουμενικῆς ἀποδοκι μασθέντας. κἀκείνην τὴν τῷ ὄντι
7.1.9
σύνοδον ἀναιρεῖν θέλοντες τὴν ἑαυτῶν ἄδικον σύστασιν ὀνομάζειν σύνοδον
7.1.10
ἐπιχειροῦσι, καὶ τὰ παρ' ἐκείνων κρατεῖν μὴ θέλοντες τὰ παρ' αὐτοῖς 7. 3 κρατεῖν
7.1.11
βούλονται, καὶ σύνοδον ὀνομάζουσιν οἱ συνόδῳ τηλικαύτῃ μὴ πειθόμενοι. οὕτως οὐ
7.1.12
συνόδου πεφροντίκασιν, ἀλλὰ σχηματίζονται φροντίζειν, ἵνα ἀνελόντες τοὺς ὀρθο
7.1.13
δόξους τὰ δόξαντα τῇ ἀληθεῖ καὶ μεγάλῃ συνόδῳ κατὰ τῶν Ἀρειανῶν λύσωσιν, ὧν
7.1.14
προιστάμενοι καὶ ἀεὶ καὶ νῦν ψεύδεσθαι τολμῶσι κατὰ Ἀθανασίου τοῦ ἐπισκόπου.
7.4.1
ὅμοια γὰρ κἀκεῖνα τοῖς νῦν, ἃ ψεύδονται, ὅτι πρὸς τὴν εἴσοδον αὐτοῦ στάσεις καὶ
7.4.2
θρῆνοι καὶ ὀδυρμοὶ γεγόνασι τῶν λαῶν πρὸς τὴν ὑποδοχὴν αὐτοῦ
7.4.3
δυσανασχετούντων. οὐδὲν γὰρ τοιοῦτον γέγονεν, ἀλλὰ πᾶν τοὐναντίον, χαρὰ καὶ
7.4.4
εὐθυμία καὶ δρόμος τῶν λαῶν πρὸς τὴν εὐκταίαν αὐτοῦ θέαν ἐπειγομένων·
7.4.5
εὐφροσύνης δὲ αἱ ἐκκλησίαι μεσταὶ καὶ 7. 5 εὐχαριστίαι πρὸς τὸν κύριον
7.4.6
ἀναφερόμεναι πανταχοῦ. λειτουργοὶ δὲ καὶ κληρικοὶ πάντες οὕτως αὐτὸν
7.4.7
ἑωράκασιν, ὡς εὐφρανθῆναι τὰς ψυχὰς κἀκείνην τὴν ἡμέραν πασῶν εὐθυμοτέραν
7.4.8
ἐσχηκέναι πιστεύειν. τὴν γὰρ ἡμῶν τῶν ἐπισκόπων ἀνεκλάλητον χαρὰν τί χρὴ
7.4.9
γράφειν; προλαβόντες γὰρ εἰρήκαμεν ὡς σὺν αὐτῷ πάσχειν ἐνομίζομεν.