Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
80.1.1
Ταῦτα δεξάμενος Ἀλέξανδρος ὁ ἐπίσκοπος τῆς Θεσσαλονίκης ἔγραψε
80.1.2
Διονυσίῳ τῷ κόμητι ταῦτα· 80. 2ν Τῷ δεσπότῃ μου Διονυσίῳ Ἀλέξανδρος ἐπίσκοπος.
80.1.3
Φανερὰν ὁρῶ κατὰ Ἀθανασίου συσκευὴν γενομένην. πάντας γὰρ οὓς παρῃτή σατο,
80.1.4
τούτους οὐκ οἶδα τί πεπονθότες ἀποστεῖλαι ἠθέλησαν μηδὲ σημάναντες ἡμῖν. ἦν γὰρ
80.1.5
δόξαν κατὰ τὸ αὐτὸ σκέψασθαι, τίνας δεήσει ἀποσταλῆναι. συμβούλευσον οὖν μή τι
80.1.6
προπετὲς γενέσθαι (ἐληλύθασι γὰρ πρὸς μὲ τεθορυβημένοι λέγοντες «ἤδη τὰ θηρία
80.1.7
ἐσφρῖχθαι, καὶ μέλλειν ἐξορμᾶν». περιηχήθησαν γὰρ ὡς Ἰωάννου τινὰς ἀποστεί 80. 3
80.1.8
λαντος), μὴ προλαβόντες καττύσωσιν, ὡς ἂν ἐθέλοιεν. οἶδας γὰρ ὅτι καὶ
80.1.9
Κολλουθιανοὶ τῆς ἐκκλησίας ἐχθροὶ ὄντες καὶ Ἀρειανοὶ καὶ Μελιτιανοί, οὗτοι
80.1.10
πάντες ἀλλήλοις σύμψηφοι γενόμενοι, δύνανται μεγάλα κακὰ ἐργάσασθαι. σκέψαι
80.1.11
οὖν τὸ συμφέρον, ἵνα μὴ ἀνα κύψῃ τι σκυθρωπὸν καὶ αἰτίᾳ ὑποβληθῶμεν ὡς οὐ
80.1.12
κατὰ τὸ δίκαιον κρίναντες. κἀκεῖνοι μάλιστα ὑφορῶνται, μὴ διοδεύοντες τὰς
80.1.13
ἐκκλησίας, ὧν οἱ ἐπίσκοποί εἰσιν ἐνταῦθα, φόβον ἐμποιήσαντες ταράξωσι πᾶσαν τὴν
80.1.14
Αἴγυπτον ὡς τοῖς Μελιτιανοῖς παραδόντες. ἐκ τοῦ πλείστου γὰρ τοῦτο συνορῶ
80.1.15
γινόμενον .