Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
81.1.1
Πρὸς ταῦτα Διονύσιος ὁ κόμης ἔγραψε τοῖς περὶ Εὐσέβιον ταῦτα·...
81.1.2
Ταῦτα ἦν ἃ νῦν διελεγόμην τοῖς κυρίοις μου τοῖς περὶ Φλάκιλλον, ὅτι Ἀθανάσιος
81.1.3
ἐπιστὰς ᾐτιάσατο· «οὓς παρῃτησάμην», λέγων, «τούτους ἀποστέλλεσθαι» καὶ βοῶν
81.1.4
ὡς «ἀδικούμενος καὶ περιγραφόμενος», ταῦτα καὶ ὁ κύριός μου τῆς ψυχῆς
81.1.5
Ἀλέξανδρος ἀπέ στειλε. καὶ ἵνα γνῶτε ὅτι κατὰ λόγον ἔχει τὰ γραφέντα μοι παρὰ τῆς
81.1.6
χρηστότητος 81. 2 αὐτοῦ, ὑπέταξα αὐτὰ ἀναγνωσθησόμενα ὑμῖν. μέμνησθε δὲ καὶ
81.1.7
τῶν ἄνωθεν παρ' ἐμοῦ γραφέντων· ἐπέστειλα γὰρ ὑμῶν τῇ χρηστότητι, κύριοι, ὅτι
81.1.8
χρὴ τοὺς ἀποστελλο μένους κοινῇ κρίσει καὶ δόγματι ἀποσταλῆναι. ὁρᾶτε τοίνυν, μὴ
81.1.9
ἐγκλήματι ὑποπέσῃ τὰ γινόμενα μηδὲ δικαίας μέμψεως ἀφορμὴν τοῖς βουλομένοις
81.1.10
ἡμᾶς αἰτιάσασθαι δῶμεν. ὥσπερ γὰρ βαρεῖσθαι τὸ μέρος τῶν κατηγόρων οὐ
81.1.11
προσήκει, οὕτως οὐδὲ τὸ τῶν φευ γόντων. νομίζω δὲ οὐ μικρὰν εἶναι ἀφορμὴν καθ'
81.1.12
ἡμῶν μέμψεως, ὅταν φαίνηται ὁ κύριός μου Ἀλέξανδρος μὴ συναινῶν τοῖς
81.1.13
πραττομένοις . . .