Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
82.1.1
Τούτων οὕτω πραττομένων ἀνεχωρήσαμεν ἀπ' αὐτῶν ὡς «ἀπὸ συνόδου
82.1.2
τῶν ἀθετούντων»· ἃ γὰρ ἐβούλοντο, ταῦτα καὶ ἔπραττον. ὅτι μὲν οὖν τὰ πραττόμενα
82.1.3
κατὰ μονομέρειαν οὐδεμίαν ἔχει δύναμιν, οὐδείς ἐστιν, ὅστις ἀγνοεῖ τῶν πάντων
82.1.4
ἀνθρώπων. 82. 2 τοῦτο γὰρ καὶ ὁ θεῖος νόμος κελεύει, τοῦτο καὶ ὁ μακάριος
82.1.5
ἀπόστολος πάσχων τοιαύτην ἐπιβουλὴν καὶ κρινόμενος ἠξίου λέγων· «ἔδει τοὺς ἀπὸ
82.1.6
τῆς Ἀσίας Ἰουδαίους ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἴ τι ἔχοιεν», ὅτε καὶ ὁ Φῆστος
82.1.7
θελόντων τῶν Ἰουδαίων τοιαύτην ἐπιβουλὴν ἐργάσασθαι, οἵαν νῦν καθ' ἡμῶν οὗτοι
82.1.8
πεποιήκασιν, ἔλεγεν· «οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον, πρὶν ἢ ὁ
82.1.9
κατηγορούμενος κατὰ πρόσωπον ἔχοι 82. 3 τοὺς κατηγόρους τόπον τε ἀπολογίας
82.1.10
λάβοι περὶ τοῦ ἐγκλήματος». ἀλλ' οἱ περὶ Εὐσέβιον καὶ τὸν νόμον παραποιεῖν
82.1.11
ἐτόλμησαν καὶ πλέον τῶν ἀδικούντων ἀδικώτεροι γεγόνασιν. οὐ γὰρ ἐξ ἀρχῆς κατὰ
82.1.12
μόνας ἔπραξαν, ἀλλ' ὅτε παρόντων ἡμῶν ἠσθένησαν, τότε λοιπὸν ἐξελθόντες ὡς
82.1.13
Ἰουδαῖοι συμβούλιον ἔλαβον κατὰ μόνας, ὅπως ἡμᾶς μὲν ἀπολέσωσι, τὴν δὲ αἵρεσιν
82.1.14
εἰσαγάγωσιν, ὡς ἐκεῖνοι τὸν Βαραββᾶν ᾐτήσαντο. τούτου χάριν αὐτοὶ ταῦτα πάντα
82.1.15
πεποιηκέναι δι' ἑαυτῶν ὡμολόγησαν.

Intertext edge

Open linked passage

Note