Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
83.1.1
Καὶ εἰ ἀρκεῖ ταῦτα πρὸς πᾶσαν ἀπολογίαν, ὅμως ὑπὲρ τοῦ καὶ πλέον
83.1.2
τούτων μὲν τὴν πονηρίαν δειχθῆναι, τῆς δὲ ἀληθείας τὴν ἐλευθερίαν, οὐδὲν ἐλύπει
83.1.3
καὶ πάλιν ὑπομνῆσαι καὶ δεῖξαι ὡς αὐτοὶ ἑαυτοῖς ἐναντία ἔπραξαν καὶ ὡς ἐν σκότῳ
83.1.4
βουλευόμενοι τοῖς ἑαυτῶν προσέκοπτον καὶ θέλοντες ἡμᾶς ἀνελεῖν ἑαυτοὺς
83.1.5
ἔτρωσαν ὡς μαινόμενοι. 83. 2 περὶ μυστηρίων γὰρ ἐρευνῶντες Ἰουδαίους ἀνέκρινον
83.1.6
καὶ κατηχουμένους ἐξήταζον· «ποῦ ἦτε, ὅτε Μακάριος ἦλθε καὶ ἀνέτρεψε τὴν
83.1.7
τράπεζαν;» κἀκεῖνοι ἀπεκρίναντο ὅτι «ἔνδον ὄντες ἐτυγχάνομεν». οὐκοῦν οὐκ ἦν
83.1.8
προσφορά, εἰ κατηχούμενοι ἔνδον ἦσαν. ἔπειτα γράψαντες πανταχοῦ ὡς «ἑστῶτος
83.1.9
τοῦ πρεσβυτέρου καὶ ἐπιτελοῦντος εἰσελθὼν Μακάριος ἀνέτρεψε πάντα», ἀνέκρινον
83.1.10
οὓς ἠβούλοντο, ποῦ ἦν Ἰσχύρας, ὅτε Μακάριος ἐπέστη. κἀκεῖνοι πάλιν ἀπεκρίναντο
83.1.11
ὅτι ἐν κελλίῳ νοσῶν κατακείμενος ἦν. οὐκοῦν 83. 3 οὐχ εἱστήκει ὁ κατακείμενος
83.1.12
οὐδὲ προσέφερεν ὁ ἐν κελλίῳ νοσῶν καὶ κατακείμενος. πρὸς τούτοις λέγοντος τοῦ
83.1.13
Ἰσχύρα κεκαῦσθαι βιβλία παρὰ Μακαρίου οἱ ὑποβληθέντες μάρτυρες ἔλεγον μηδέν
83.1.14
τι τοιοῦτον γεγενῆσθαι, ἀλλὰ ψεύδεσθαι τὸν Ἰσχύραν. καὶ τὸ θαυμαστόν, γράψαντες
83.1.15
πάλιν πανταχοῦ ἠφανίσθαι παρ' ἡμῶν τοὺς δυναμένους μαρτυρεῖν, τούτους
83.1.16
φαινομένους ἀνέκρινον καὶ οὐκ ᾐσχύνοντο βλέποντες ἑαυτοὺς συκοφάντας
83.1.17
πανταχόθεν δεικνυμένους καὶ ταῦτα κατὰ μόνας πράττοντας ὡς ἠβούλοντο. ἔνευον
83.1.18
μὲν γὰρ τοῖς μάρ τυσι, καὶ ὁ ἔπαρχος ἠπείλει, καὶ οἱ στρατιῶται ἔνυττον, ὁ δὲ κύριος
83.1.19
τὴν ἀλήθειαν ἐξε 83. 4 κάλυπτε καὶ συκοφάντας αὐτοὺς ἐδείκνυε. διὰ τοῦτο καὶ τὰ
83.1.20
ὑπομνήματα ἔκρυψαν, καὶ αὐτοὶ μὲν ἔσχον αὐτά, παρήγγειλαν δὲ τοῖς γράψασιν
83.1.21
ἀφανίσαι καὶ μηδενὶ τὸ σύν ολον ἐκδοῦναι. ἀλλ' ἐσφάλησαν καὶ ἐν τούτῳ· ὁ μὲν γὰρ
83.1.22
γράψας αὐτὰ Ῥοῦφός ἐστιν ὁ νῦν ἐν τῇ Αὐγουσταμνικῇ σπεκουλάτωρ καὶ δύναται
83.1.23
μαρτυρῆσαι, οἱ δὲ περὶ Εὐσέβιον εἰς Ῥώμην αὐτὰ διὰ τῶν ἰδίων ἀπέστειλαν, καὶ
83.1.24
Ἰούλιος ὁ ἐπίσκοπος αὐτά μοι διεπέμψατο. καὶ μαίνονται νῦν, ὅτι ἃ ἐκεῖνοι
83.1.25
ἀποκρύπτειν ἐβούλοντο, ἡμεῖς ἔσχομεν καὶ ἀνέγνωμεν.