Apologia contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
84.1.1
Ταῦτα καὶ τὰ τοιαῦτα συνθέντες εὐθὺς καὶ τὴν αἰτίαν, δι' ἣν ταῦτα
84.1.2
ἔπραξαν, ἐφανέρωσαν. ἀπερχόμενοι γὰρ ἀπήγαγον μεθ' ἑαυτῶν τοὺς Ἀρειανοὺς εἰς
84.1.3
τὴν Ἱερουσαλήμ, κἀκεῖ τούτους εἰς κοινωνίαν ἐδέξαντο γράψαντες ἐπιστολὴν περὶ
84.1.4
αὐτῶν, ἧς ἡ ἀρχὴ καὶ τὸ μέρος ἐστὶ τοῦτο. 84. 2 Ἡ ἁγία σύνοδος ἡ ἐν Ἱεροσολύμοις
84.1.5
θεοῦ χάριτι συναχθεῖσα τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ ἐν Ἀλεξανδρείᾳ καὶ τοῖς κατὰ
84.1.6
πᾶσαν τὴν Αἴγυπτον καὶ Θηβαίδα καὶ Λιβύην καὶ Πεντάπολιν καὶ τοῖς κατὰ τὴν
84.1.7
οἰκουμένην ἐπισκόποις καὶ πρεσβυτέροις καὶ διακόνοις ἐν κυρίῳ χαίρειν. 84. 3 Πᾶσι
84.1.8
μὲν ἡμῖν τοῖς ἐπὶ τὸ αὐτὸ συνελθοῦσιν ἐξ ἐπαρχιῶν διαφόρων πρὸς τῇ μεγάλῃ
84.1.9
πανηγύρει, ἣν ἐπὶ τῇ ἀφιερώσει τοῦ σωτηρίου μαρτυρίου σπουδῇ τοῦ θεοφιλεστάτου
84.1.10
βασιλέως Κωνσταντίνου τῷ πάντων βασιλεῖ θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ
84.1.11
κατασκευασθέντος ἐπετελέσαμεν, πλείονα θυμηδίαν ἡ τοῦ θεοῦ χάρις πάρεσχεν, ἣν
84.1.12
ἐποίησεν αὐτός τε ὁ θεοφιλέστατος βασιλεὺς διὰ γραμμάτων οἰκείων τοῦθ', ὅπερ
84.1.13
ἐχρῆν, παρορμήσας πάντα μὲν ἐξορίσαι τῆς ἐκκλησίας τοῦ θεοῦ φθόνον καὶ πᾶσαν
84.1.14
μακρὰν ἀπελάσαι βασκανίαν, δι' ἧς τὰ τοῦ θεοῦ μέλη πάλαι πρότερον διειστήκει,
84.1.15
ἡπλωμένῃ δὲ καὶ εἰρηναίᾳ ψυχῇ δέξασθαι τοὺς περὶ Ἄρειον, οὓς πρός τινα καιρὸν ὁ
84.1.16
μισόκαλος φθόνος ἔξω γενέσθαι τῆς 84. 4 ἐκκλησίας εἰργάσατο. ἐμαρτύρει δὲ τοῖς
84.1.17
ἀνδράσιν ὁ θεοφιλέστατος βασιλεὺς διὰ τῆς ἐπιστολῆς πίστεως ὀρθοτομίαν, ἣν παρ'
84.1.18
αὐτῶν πυθόμενος αὐτός τε δι' ἑαυτοῦ παρὰ ζώσης φωνῆς αὐτῶν ἀκούσας ἀπεδέξατο
84.1.19
ἡμῖν τε φανερὰν κατεστήσατο ὑποτάξας τοῖς ἑαυτοῦ γράμμασιν ἔγγραφον τὴν τῶν
84.1.20
ἀνδρῶν ὀρθοδοξίαν...